Grégoire Antiochos. Éloge du patriarche Basile Kamatèros
|Texte et traduction
Τοῦ μεγάλου δρουγγαρίου κυροῦ Γρηγορίου τοῦ ’Aντιόχου λόγος εἰς τòν ἀγιώτατον καὶ οἰκουμενικòν πατριάρχην κῦρ Βασίλειον τòν Καματηρόν
Texte intégral
1.
῎Εμελλεν ἄρα μὴ τòν μέγαν Βασίλειον μόνον ἐκείνῳ Γρηγορίῳ τῷ πάνυ προτεθῆναι λογικῶν ἀγώνων ὑπόθεσιν, ἀλλὰ καὶ σέ, πατριαρχῶν σοφὴ κορυφαία καὶ θεοτίμητε, τòν μετὰ τòν πρώτως μεγαλωνυμοῦντα ἐκεῖνον μέγαν Βασίλειον, ἐμοἰ Γρηγορίῳ ταμιευθῆναι εἰς νοῦν, κἄν εἰ καἰ μὴ πρòς ἀξίαν,
[5] άλλ’ ούν λόγου προκεισόμενον ἀφορμήν. ’Aλλα τοῦτο μὲν ὤκνουν - ἀλη-θίσομαι γάρ, οὐκ άποκρύψομαι δὲ τò προλόγισμα-, οὕτω δ’ ούν ὄμως ἀπραγμάτευτα ξυμπεσόν, οία πολλἀ φιλεῖ μόνον οὐχ εκάστης ή φορὰ τοῦ χρόνου παρεισκυκλεῖν. οὐκ ἀκαὶρως πάντως οὐδέ αὐτός ἐλθεῖν ἐς τοῦτο προοιμίου συμπέπεισμαι. Ήδη μὲν ούν πολλοί τῶν διδασκάλων ἐπ’ ἐκκλη-
[10] σίαις ἑκασταχῆ τῆς βασιλίδος πόλεως ταύτης Σιὼν εὐαγγελιζόμενοι, ὡς ἐπ’ ὄμους ἕκαστος υψηλοῦ τοῦ λαχόντος αὐτὸν ἱεροπρεποῦς ỏκρίϐαντος ἀναϐαίνοντες, ἐν ἰσχύι τε φωνὰς ὕψωσαν καὶ σοι τοὺς δυνατοὺς ὕμνους ἕτερος ἑτέρους ἀπέπλησαν. Αὐτός δὲ ταῖς ἐκείνων παρατυγχάνων τὰ πολλὰ καὶ παρεστὼς διδαχαῖς καì τοῖς ἀκροαταῖς ἑκάστου συλλόγοις ὑπò φιληκοΐας τῶν
[15] σῶν ἐπαίνων ἐντάττων ἄσμενος ἑαυτόν, ποθούσας μὲν ἀκοἀς ὑπεῖχον ποθουμένοις διακαέστατα ῥήμασι καὶ χαίρων, πόσα καὶ φαίη τις, προσεφερόμην αὐτοῖς ἀγάλλουσί σου τὴν χρίσιν καὶ τιθεμένοις εἰς κοινὴν έορτάδα τὴν σὴν ἐπὶ τοῦ θρόνου τῆς οἰκουμενικῆς πατριαρχίας καθίδρυσιν∙τò μέρος δὲ καὶ τὴν καρδίαν ὑπονενύγμην καὶ παρεζήλουν ἐπιεικῶς δικαιότατα, εἰ Θεòς μὲν
[20] οἰκουμενικόν σε λύχνον καὶ παγκόσμια φαίνοντα παρὰ τὴν τῆς ἐκκλησίας λυχνίαν τὴν ὑψηλὴν εἰς οὐρανόμηκες ἀνεπύρσευσε, μόνον δὲ ὤσπερ τò ίερᾶσθαι λαχòν καὶ ὅσον τοῦ βήματος τῆς σφετέρας ποιοῖντο μοίρας τò κοινòν Cγαθòν καὶ ὡς, ἅτε καὶ μόνοι τοῖς τοῦ κοσμοδᾳδούχου φωτòς φρυκτωρήμασι ἐλλαμπόμενοι, μόνοι καὶ τὰ ἐς εὔνοιαν αὐχοῖεν ἐξ ἀκολούθου
[25] πλεονεκτεῖν παγκοίνου τε καὶ περάτων αὐτῶν οἰκουμένης ἐφικνουμένου χαρίσματος, ἐς ἰδιάζον εὐγνωμονεῖν καὶ τὴν ἐς τò καθόλου θείαν μεγαλοδωρεὰν ταῖς ἐπὶ μέρους γεραίρειν καὶ μόνοις παραμετρουμέναις αὐτοῖς ἀνθομολογὴσεσι.
SIGLA
S : Scorialensis (265) Y II 10
M : Marcianus XI 22 (coll. 1235) olim Nanianus CCLXXX
1-2 Greg. Naz. Or. 43,1 = PG 36, 494A || 5-6 Greg. Naz. Or. 43.2 = PG 36, 496C || 10-12 Is. 40,9 II 20 Ioh. 5, 35
S 250-259; M 153-159v Titulus om. M || 1-2 προτεθῆναι τῷ πάνυ S || 4 νοῦν S: νῦν M || 5-6 vἀηθίσομαι M: ἀλλἀ θήσομαι S || 6 τὸ δὲ προλόγισμα M || 7 μονονουχί έκάστη φορὰ S || 8 οὐκ ἀκαὶρως Μ: ἐν ἀκαὶρῳ S || 9 τῶν S : τά Μ || 9-10 ἐκκλησίας Μ || 11 ἱεροπρεπῶς S || 12 τε S: καὶ Μ σοι Μ: μοι S || 17 κοινòν Μ || 18 πατριαρχίας S: ποιμεναρχίας Μ || 20 παρὰ Μ: περί S || 21 ὑψιλὴν Μ
2.
Ὁ δὴ τηλικοῦτός με ζῆλος ἐς δεῦρο καταφαγών, τὰ νῦν τῆς ἐν
[30] ἀπαρρησιάστω γωνίας ἀπαναστῆςας καὶ τῆς ὡς ἐπίπαν ἐκπιεζούσης κλίνης ἀμετροπαθῆ τινα φύσιν ἐμέ καὶ πολύνοσον, τῶν σῶν ἀρετῶν ὑμνηγόρον ἐν μεσαιτάτῳ κατέστησεν, ἐκ τῆς κατὰ κόσμον ἥκοντα μοίρας καὶ τοῦ λαώδους πληρώματος. Χρή γάρ σοι τὸ ποιμεναρχικόν μεγαλεῖον ταῖς οἰκουμενικαῖς έμπλατυνόμενον λήξεσι μὴ περί μόνους ἐς τò κομιδῇ στενòν ἀπεσφίχθαι τοὺς
[35] ἐπικλήρους Θεῷ, μηδ’ ἐπί τò τοῦ θείου βήματος μόνον ἱερατικόν καὶ λευιτικόν, ἀλλ’ κἀπί τοὺς λαοὺς ἐξικνεῖσθαι καὶ τοὺς ὃσοι τò τῆς ἀναβολής ἐγκόσμιον ἔλαχον ἐς τοῦτο σχήματος ἐκ πρώτης ἐσταλμένοι τριχός. Εἰ γὰρ μὴ τοῦτο, μήδ’ ἐπί πάντας ἔφθανε τὰ πνευματικὰ τῆς ἀρχιερατείας καθήκοντα, ἵνα τί καὶ τὴν πρώτην σκηνήν, τὴν τῆς άληθοῦς καὶ ἡμετέρας ἀντίτυπον, ἕχειν
[40] μὲν καὶ ἄλλα δικαιώματα λατρείας τò θεόρρημον Χρίστοῦ στόμα, Παύλος, φησί, ἁπλῶς τε ἃγια καὶ ἁγίων ἃγια καθ’ ὑπεροχήν, ἔχειν δὲ πρòς τούτοις καὶ ἃγιον κοσμικόν, μή μόνοις ίερεῦσι τακτῶς καὶ ἀρχιερεῦσιν εἰσιτητόν, ἀλλὰ καὶ λαοῖς Ἰουδαίων καὶ παντοδαποῖς ἐπήλυσιν ἂλλοις ἐκ τοῦ κόσμου παραϐάλλουσι τῇ σκηνῆ, ὅπου κἂν ἐκείνους ἐπίσπαστόν τι διάφραγμα τῶν
[45] ἐσωτέρω μυστηρίων ἀπεῖργε καὶ δεύτερον καταπέτασμα, ἀλλὰ Χριστὸς ἡμῖν ἐπιστὰς καὶ λύσας μὲν ἅλλα πάντα μεσότοιχα καὶ φραγμούς, καταστὰς δὲ θύρα μόνος αὐτòς περὶ τὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς ἀπόρρητα τὴν εἴσϐασιν ἐξανοίγνυσι καὶ πάντες ἐντὸς δι’ αὐτοῦ καὶ θαρροῦμεν ἢδη τò ἂδυτον;
3.
Ἔχεις ούν καὶ ἡμᾶς, θειότατε ἀρχιποίμην, κατὰ ταύτὰ τοῖς ἅλλοις
[50] τοῦ εὐαγγελίου προϐάτοις, ἅ οὐκ ἔστιν ἐκ τῆς ἱερωτάτης ταύτης αὐλῆς, ἐκ τῆς κατὰ κόσμον μὲν ούν. Καὶ ἰδού μία ποίμνη, καἰ ἱερεῖς ὁμοῦ καὶ λαός, εἵς δἑ ποιμήν, αὐτός ἢ ποιμεναρχούντων ὁ μάλιστα, μία δέ, ὁ τῆς οἰκουμένης γῦρος, ἡ πάντας ἐνσηκάζουσα ἔπαυλις, καὶ τò τῆς ποίμνης παντοδαπòν καὶ ποικίλον οὒκουν ἀπεμφαίνουσα τοῦ ποιμνίου μίμησις Ἰακώϐ. Εἲ τις γὰρ
[55] ἑκάστους τῶν ταύτην πληρούντων κατὰ τò πρόοπτον σχήμα καὶ τὴν πᾶσαν ἐς πόδας ἐκ κεφαλῆς ἀναϐολήν θεωροίη, ὃσον τε μελαμφόρον λατρευτικòν Θεοῦ πλήρωμα καὶ ὃσον τριβωνοφόρον καὶ μονοτροπικòν καὶ ὃσον λαμπροφόρον μιγαδικὸν ὀχλικòν καὶ τοῦ πολιτεύματος, διαλεύκους ἂν εὑρήσειε τούτους, σποδοειδεῖς, ποικίλους, ῤαντούς, εις ἀκριϐὲς μὲν λευκòν ἢ
[([0-9][0-9])] μέλαν ἢ ἑτερόχρουν τοῖς ὑπέρ κορυφῆς άποκεχρωσμένους καλύμμασι, τοῖς δὲ λοιποῖς εῖς ὁλοσώματον σκέπη ν ἀμφίοις νῦν μὲν τὸ σποδοειδές, νῦν δὲ τὸ ποικίλον καὶ τὸ ραντὸν ἀποσώζοντας. Κομψεύσαιτο δ’ ἂν τις καὶ οὐ πάντη ἀκαταλλήλως ἀπισχυρίσαιτο λαοῖς μᾶλλον ἂν σε, τòν μέγαν ἀρχιερέα, προσήκειν ἢ τοῖς τοῦ βήματος. Καὶ πείθει γε Παῦλος οὐχ οὕτως ὑπέρ ἄλλων
[65] ὥσπερ ἀμέλει τῶν τοῦ λαοῦ ἀγνοημάτων ἵστασθαί σε κηρύττων πρέσϐυν Θεῷ. Κἀπειδή σοι μή πόρρω τῆς πνευματικῆς ἀγελαρχίας μηδέ τὴν καθ’ ἡμᾶς μερίδα τῷ λόγῳ διωμολόγηται, οὒμενουν ἔγωγε πάντη ὀθνεῖος ὑπαντιάζω σοι τὰ νῦν ἐγκωμιαστῆς, οὐδ’ ἔξωθέν πoθεν ἔπηλυς, ἀλλά καὶ τῶν αὐθιγενῶν καὶ μάλιστα γνήσιος, ᾖν μὲν ὃτε καὶ εἰς φιλουμένους ἀπογραφόμενος καὶ εἰς τοὺς
[70] δι’ ἀγάπης ἀπαριθμούμενος, ἡνίκα καὶ πολὺς ἑκάστοτε καὶ συχνòς ἐμοί τε καὶ τοῖς συμφιλουμένοις ὁ τοῦ Σωτῆρος λόγος ἐκ τῶν σῶν ιερῶν χειλέων ὑποφωνούμενος: ’Υμεῖς φίλοι μου ἐστἐ∙ τὰ νῦν δέ, ἀλλ’ ἔμπαλιν ἢ τοῖς εἰρημένοις ὁ Σωτὴρ ἐπιφέρει, οὐκέτι φίλοι, δοῦλοι μὲν οὖν ἡμεῖς, καὶ χαίρομεν τῇ κλήσει καὶ τὴν δουλογραφίαν ἀγάλλομεν καὶ πεποίθαμεν πάντες
[75] καὶ ἀγαθοὶ καὶ πιστοὶ καὶ τοῦ εὖ κατὰ τò ὰκόλουθον ἀκουσόμενοι.
29 Ps. 68,10 || 39-42 Hb. 9,1-7 ; 9,24 || 43 cf. Greg. Naz. Or. 43,80 = PG 36, 601B || 46 Eph. 2,14 II 49-52 Ioh. 10,16 || 53-54 Greg. Naz. Or. 2,44 = PG 35, 453A ; 148,17-18 Bernardi || 54 cf. Gen. 30,39-43 || 56 Hom. 11.23,169 = Karathanasis 55 || 58-59 Gen. 30,39
31 ἀρετῶν om. S || 33 ποιμεναρχικòν M: ποιμενικòν ἀρχικòν S || 36 ἐξικνοῦσθαι M 38 πνευματικὰ τῆς ἀρχιερατείας M: ἀρχιερατικά τῆς ἱερατείας S || 44 ἐπίσπαστoν scripsi : ἐπίσπαρτον S Μ || 47 τελεωτέρας Μ || 50 ίερωτέρας Μ || 51 κόσμιον Μ ἱεροῦ S λαοῦ S || 53 ἐνσηκάζουσιν Μ παντοδαπὸν Μpc : -πῶν Μac || 56 τε μελαμφόρον Μ : τὸ μεγαλόφρον S || 57 πλήρωμα M Sac : κλή- Spe || 59 σπονδοειδεῖς Μ || 63 μᾶλλον om. S
4.
‘Pητόρων μὲν οὖν θεσμὰ καv οἱ τῶν κατ’ αvὐτοὺς τεχνυδρίων λόγοι χαιρόντων. Οὐδὲν γὰρ ἡμῖν καὶ τῷ τῶν διαιρουμένων ἐν ἐγκωμιαστέοις πολυσχιδεῖ, πάλαι τὴν πυκτὴν ἐπεζυγωκόσι τοῦ τεχνικοῦ καὶ τῆς κατὰ λόγους παντοδαπῆς ἂλλης βίϐλου μόνην θεμένοις τὴν κατὰ βίον ἐπίπροσθεν. ’Αρχὴν
[80] δὲ τῷ λόγῳ πηξάμενοι τὴν ἄρτι τοῦ εἶναι τῷ ποιμενάρχῃ πρώτην ἀρχήν, ὃσον γε καὶ τò κατ’ αὐτὴν ἀναπτύξαι μόνον ἀπόρρητον, καὶ δὴ τò πᾶν ἡμῖν τῆς προθέσεως ἀποπλήσομεν. Ἀπόχρη γὰρ πάντως, εἰ καὶ βραχύ τι μόνον τῆς εὐρυκόλπου κατὰ βίον αύτῷ καὶ πρακτέα θαλάσσης διαπλευσούμεθα παρακόλπιον ὑπò στενῷ λεμβαδίῳ, καὶ τούτω λόγου καὶ γλώττης φαυλοτάτῳ,
[85] μονήρῃ καὶ άμενηνὰ σαλεύοντι έρετμῷ, ἡλίκα δὴ ἅττα τοῖς ὡς ἐγὼ μικρεμπόροις τὴν περὶ τòν πλοῦν συναπαρτίζει σκευήν, μηδενòς τò παράπαν εὐμοιρίαν αὐχοῦσιν ῷν οἱ σεμνοί τε καὶ μεγαλέμποροι.
5.
Παῦλος μὲν ούν ὁ μέγας ἀφωρίσθαι λέγων ἀπό κοιλίας μητρòς οὐ μᾶλλον ἑαυτοῦ πέρι τὴν ῥῆσιν γνωμοδοτεί ἢ τῶν μεγίσταις ἐμπρεπόντων ἀπò
[90] Θεοῦ διοικήσεσι, βασιλείαις τε καὶ ἱεραρχίαις καὶ δημαγωγίαις καὶ στρατηγίαις. Έγώ δ’ ἐξ ἀκολούθου κἀπί σε τὸν λόγον ἕλκων, ἐν πατριάρχαις ἀγχίθεε, προσφυέστερον ἢ κατὰ τοὺς ἅλλους ἐπὶ σοὶ τοῦτον ἕχω εύρὡν, επὶ τò πάλαι ποτέ κατὰ τὴν διδυμοτόκον Θάμαρ τετελεσμένον ἀναφὲρων τεράστιον καὶ τῇ σῇ γενέθλη παρεξετάζων τò δράμα καὶ δεικνύς τὴν πρòς
[95] τοῦτο διὰ πάντων ἰσότητα. Κάνταῦθα γὰρ ἡ πατριάρχας ὅλους παιδοποιεῖν ἀξία μητρική σοι νηδύς διδυμοτοκεῖ. Καὶ σὺ μὲν άφορίζῃ καὶ ἀπò ταύτης εἰς οἰκουμενικòν ἀρχιποίμενα, ἡ χεὶρ δὲ πείθομαι πάντως έτι καὶ κυοφορουμένῳ κοκκοϐαφεῖ σπαρτίῳ σημαίνεται, ὡς εἰς ἀρραβῶνα σφραγιζομένη καὶ πρò ὣρας αἵματι παντòς κόσμου καθαρσίῳ καὶ θεουργῷ, τηνικαῦτα μὲν
65 Hb. 9,7 || 72 oh. 15,14 || 72-73 cf. Ioh. 15,15 || 75 Matth. 25, 21; 25,23 || 88 Gal. 1,15 II 90-91 Greg. Naz. Or. 43,3 ; Or. 42,1 = PG 36, 497C ; 457A || 93-94 cf. Gen. 38,27 II 98 cf. Gen. 38,28
[100] τὴν αίμόχρουν μήρινθον τύπον φερομένω καὶ σύμϐολον, ὀψὲ δὲ καιροῦ καὶ ὑπò τῆς αὐτῆς ἐναργέστερον ἀναστομωθησομένῳ χειρòς κατὰ θεσμοὺς ἀρχιερατικοὺς θυούσης ἀναίμακτα τòν ἄμωμον ἀμνòν καὶ ἄσπιλον Ἰησοῦν. Ὢ θαυμαστῆς ὠδῖνος ἐκείνης ! Ὢ καλλιπαιδίας ! Ὢ εὐτοκίας ! Ἄν λύπην μὲν ἡ τίκτουσα ἔχῃ κατὰ τὴν θείαν φωνήν, ἢδη δὲ καὶ τòν τόκον προενεγκοῦσα
[105] τῆς λύπης ἀμνημονῇ διὰ τὴν χαρὰν ὅτι, φησί, ἐγεννήθη ἂνθρωπος εἰς τòν κόσμον, ἡλίκον ὅσον τò τῆς χαρᾶς τοῦ τοκετοῦ διδυμεύσαντος καὶ ἀνθρώπων εἰς κόσμον ἐληλυθότων ἀμφοῖν; Ἂν δὲ καὶ μακαριστή τις ημέρα ἐκείνη καθ’ ἣν «ἰδοὺ ἄρσεν» ἀπò χειλέων μαίας ἀναϐεβόηται, ὡς εὖγε ταυτησὶ μακαριστοτέρας ἣ διπλῆν ἀρρενοτοκίαν εἶδε καὶ «ἰδοὺ ἄρσενα διττὰ» τῇ
[110] μαιευτρίδι δέδωκεν ἐκλαλεῖν; Καταλληλότερον γὰρ ἢ ἐν ἄλλοις ἐνταῦθα τὰ καλὰ τῆς παροιμίας δεδίσσευται, τò γῆθος δὲ καὶ τοῦ διπλοῦ μακρῷ πολλαπλάσιον. Ἐπεὶ δὲ καὶ εἰς φῶς προέλθοιτε τῶν ἐγγαστρίων ἡ ξυνωρίς, οὐ σὺ μὲν κόσμω, Θεῷ δ’ ἐκεῖνος ἢ ἔμπαλιν ἀφιέρωσθε, ἀλλἀ καὶ ἄμφω προκληροῦσθε Θεῷ τυποῦντες παρὰ μέρος ἑκάτερος, ὁ μὲν τὴν πᾶσαν Θεοῦ
[115] κληρουχίαν, τòν ίερᾶσθαι λαχόντα τῆς ἐκκλησίας λαόν, ὁ δὲ τòν ἐξ αύτοῦ μικρòν ὅσον ὑψωθησόμενον ἐκλεκτόν, ὁ μὲν τὴν ποίμνην, ὁ δὲ τòν ποιμεναρχήσαντα, ὁ μὲν τὴν πολύφορον ἄρουραν, ὁ δὲ τòν σοφῶς αὐτὴν γεωργήσαντα, ὡς καὶ πρòς τὴν ’Ρεϐέκκας ἄλλην ἐκείνην καινὴν διδυμοτοκίαν βραχὺ τò παραλλὰξ εἶναι τῆ καινoτέρα ταύτη καὶ καθ’ ἡμᾶς. Ἐκεῖ μὲν γὰρ
[120] δύο, φησί, ἔθνη ἐν τῆ γαστρὶ καὶ δύο λαοὶ έκ τῆς κοιλίας τῆ τικτούση διασταλήσονται καὶ λαòς λαοῦ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τῷ έλάσσονι, ἐνταῦθα δὲ ἀλλὰ θάτερον μὲν τῶν κυομένων ἔθνους ἁγίου προχάραγμα, λαοῦ περιουσίου Θεῷ, θάτερον δὲ τοῦ σφῶν ὑπερέξοντος τὰ θειότερα, καὶ ὅτω καὶ ἡλικίαν ἐλαττουμένω καὶ κλήρωσιν, σεμνῶς καὶ ίερωτέρως τὰ ἐς τὴν μυστικὴν
[125] λατρείαν, δουλεύσει χρόνῳ τε μείζων πᾶς ὑπερηλικέστερος καὶ βαθμῷ.
64 γε om. S || 65 πρέσϐιν S M || 66 ἔγωγε πάντη ὀθνεῖος ὑπαντιάζω τὰ νῦν ἐγκωμιαστῆς, ούδ’ ἒξωθέν πoθεν ἒπηλυς μὴ post μὴ add. S || 68 τῶν om. S αὐθιγενὴς S || 73 ἐπιφέρεις M || 78 λόγον S || 83 θαλάττης Μ || 84 τοῦτο Μ || 85 μονήρῃ S : μονάδι Μ ἡλίκης Μ || 95 κἀντεῦθεν S πατριαρχία S || 96 σου Μ δυστοκεῖ S καὶ post μὲν add. S || 98 κοκοκοϐεῖ Μ ὡς S : ὤσπερ Μ ἀραϐῶνα Μ
6.
Ἐκεῖθεν δὲ σε παρειληφότες λόγοι παιδείας καὶ βίϐλοι τὰ πολλὰ μὲν ταῖς ἱεραῖς καὶ θεοπνεύστοις ἐμπαιδοτριϐοῦσι γραφαῖς καὶ παντοδαπῶν ἐκεῖθεν έμφοροῦσι καλῶν, οὐχ ἢκιστα δὲ καὶ τὴν άλμυρὰν τῆς τῶν Ελλήνων σοφίας καὶ πλείστοις ἄπλωτον θάλασσαν ὑφαπλοῦσι καὶ διδόασιν έπαφεῖναι
[130] καὶ τοῖς ταύτης πελάγεσιν. Αὐτòς δὲ τοσοῦτον αὐτὴν διανηξάμενος ἔχεις ὅσον τοὺς έγκολπίους αὐτῆ καὶ ύποβυθίους εὐγενείς μαργάρους καὶ τιμαλφεῖς ἀναλέξασθαι, πολύν τε καὶ ἀγαθόν φαγεῖν συγκλεῖσαι ίχθύν καὶ τῆς εύοψίας κορέσασθαι, ειπεῖν δέ, καὶ ὅσον τοῖς έκ τηλικαύτης θαλάττης πεπηγόσιν ἁλσίν ἡδύνειν ἕχειν τὰ μέλλοντά σοι πρòς πάντας τοῦ λόγου δεῖπνα καὶ
[135] κατανοστιμοῦν, ἐπεί σε καὶ μᾶλλον κατὰ ταὐτὰ τοῖς ἀποστόλοις εἰς ἅλας τῆς γῆς Θεòς ἐταμίευσεν, ὡς ἃν καὶ ἀπ’ ἀμφοῖν ἔχῃς θαλάσσαιν συγκροτεῖσθαι πρòς πῆξιν, τῆς γε γλυκύρρου κατὰ τὰ θεόγραφα λόγια, τῆς τε καθαλμύρου καὶ ἣν ἡ θύραυλος ἀθροίζει παιδεία καὶ εἰς ἀϐύσσους ὅλας ἀποκολποῖ. κἀντεῦθεν ἀφ’ ἑκατέρων εἰς ἓν ἀλòς χρῆμα, σύνθημα καὶ σύγκριμα καταστάς,
[140] καινότερόν τι προϐάλλῃ καὶ τοῖς ὑπò σοῦ παρηρτυμένοις τò νόστιμον. Σημεῖον δὲ τοὺς γὰρ τοι σοφιστικοὺς ἀναϐὰς ἀριστίνδην ἐκ πάντων θρόνους καὶ εἰς ῥήτορα τελέσας ἐν ῥήτορσιν, οὐκ ἔστιν ἣν οὐκ ἐν ἀμυθήτῳ διέθηκας ἡδονῇ καὶ ἀκοὴν δμοῦ καὶ ψυχήν. Ἒναυλος ἔτι κἀμοί ταῖς ἀκοαῖς ἡ τοῦ λόγου χάρις, τò εὔρυθμον, τò λαμυρόν, τò κομψόν, ὁ τῶν ἑορταζόντων σοι τὰ
[145] τοιαῦτα χειλέων ἦχος, ἡ πολύθρυλλος φωνὴ της ἀγαλλιάσεως. Ἒτι περιχορεύει μοι τὴν καρδίαν ἡ καταρρυεῖσα ταύτης καὶ μέλιτος γλυκίων αὐδή. Οἶδα τò ἐξ ἐκείνου καὶ εἰς λειμῶνα τὴν ψυχὴν ἀσκηθείς· ἐνθάλλει γὰρ αὐτῇ μέχρι καὶ δεῦρο τò νεαρόν, ὁ τηνικαῦτα ῥιζουχηθεὶς αὐτῇ κατὰ βάθους τῶν ἀνθηρῶν ὀνομάτων καὶ τῆς εὐφραδείας λωτός· αὔξουσιν οἱ τοῦ ποικίλου τῶν
[150] σχημάτων κρινῶνες· εὐωδοῦσιν αἱ τῶν μυριπνόων ταῖς ἐπιτηδείοις αἰσθήσεσι νοημάτων ῥοδωνιαί.
102 1 Pe. 1,19 || 103-106 Ioh. 16,21 || 108 cf. Gen. 35,17-18 || 110-111 cf. Zenob. 3,33 = CPG I 66 ; Karathanasis 65 || 118 cf. Gen. 25,24 || 120-121 Gen. 25,23 || 122-123 Exod. 19,5-6
102 ’Iησοῦν om. S || 103 καλλιπαίδας S || 106 διδυμάσαντος M || 109 μακαριαπέρας S || 110 έν ἄλλοις om. S || 111 διττοῦ M μακρῷ Ssl: πολλώ Sac || 113 ἀνιέρωσθε S || 116 ό μὲν Msl: ό δὲ Mac || 117 ποιμεναρχήσοντα M || 118 γεωργήσοντα M Ρεϐϐέκας S καινήν om. S || 120 δύο, φησί, ἔθνη M: φησί ἔθνη δύο S || 123 καὶ post ὄτω om. Μ || 124 τὴν om. S || 128 τῶν om. S || 131 ἐγκόλπους Μ || 133 τῆς Μ
7.
Ἤσθηταί σου τῶν λογικῶν χαρίτων καὶ βασιλεύς, τέθηπέ σε τῆς μελιφώνου γλώττης, ὑπερτεθάμϐηται πολύ πρότερον τοῦ βαθυϐούλου νοòς καὶ πολλὴν ἐντεῦθεν κατανοεῖ σοι τὴν ἐς τὰ κοινὰ λυσιτέλειαν. Τò τηλικοῦτον
[155] γὰρ τοῦ λόγου σοι περιòν ἀεργòν οὐκ ἐδοκίμαζε μένειν ἐς λόγους μόνον ἐρήμους ἒργων ἱστάμενον ἀλλὰ καὶ ἔργοις καὶ αὐτοπραξίαις ἐπισφραγίζεσθαι, ὡς εἶναι τòν λόγον ὃσα καὶ κανόνα καὶ στάθμην εὐθυωροῦντα τò μετὰ χεῖρας ἔργον ἀπαρεγκλίτως ἐς τò πάντη ἀπλημμελές τε καὶ ἄπταιστον.
8.
Καὶ τὰ συχνὰ μὲν παρήσω δημόσια λειτουργήματα, ἃ δή σοι ὁ
[160] βασιλεὺς ἐκεῖνος, ὁ μάκαρ καὶ βιοὺς καὶί ἀποϐιούς, ὑπἐρ τοὺς ἄλλους πεπίστευκε καὶ οἷς, εἰ καὶ τις ἁπάντων, ἐμπρέψας ἔχεις αὐτός, βαθμοῖς τισι καὶ μέτροις ἀνόδων κλιμακηδòν ἀπò τῶν ἡττόνων καὶ χαμαιζήλων ἀνηγμένος ἐπὶ τὰ κρείττω καὶ ὑψηλότερα καὶ κατὰ τòν τῆς θείας παραϐολῆς πιστòν ἐπ’ ὀλίγα δοῦλον κἀπὶ πολλῶν οὐκ εἰς μακρἀν καθιστάμενος. Ύπερόρια δὲ σου
[165] μνησθήσομαι στελλομένου καὶ τὰ πρέσβεων ἀρίστως χειρίζοντος, ἐν οἷς καὶ μᾶλλον τῇ ’Ρωμαίων εὐχρηστούμενος διετέλεσας καὶ χρῆμα κοσμωφελὲς ἀπεφάνθης ἔργοις αὐτοῖς.
135-136 Matth. 5,13 || 137 cf. Exod. 15,25 || 139 cf. Greg. Naz. Or. 45,6 = PG 36. 629C || 141-142 Greg. Naz. Or. 43,13 = PG 36, 512C || 144-145 Ps. 41,5 || 146 Hom. II. 1,249 || 157 Lucian. Hist. conscr. 63 || 163-164 Matth. 25,21
136 θάλασσαν S || 137 γε S: τε M || 154 πολὺν M κατανοεῖται M τηλίκον M || 156 ἀλλὰ om. S ἐπισφραγίζεται M || 159 παρήσω M: παρωδήσω S ὁ post σοι om. M || 161 αὐτòς ἔχεις M || 162-163 ἡττόνων ἀνηγμένος καὶ χαμαιζήλων ἐπὶ τὰ μείζω Μ ἐπὶ Ssl: περί Sac || 165 χειρίζοντος Μ: χαρίζοντος S
9.
Καὶ πάλαι μὲν δεῆσαν Θεòς τῷ Φαραὼ Μωσῆν διαπέμπεται τὰ τηνικάδε πρòς ἀνάγκης τῷ ’Ισραὴλ διακονησόμενον. Ὁ δὲ ἀνανεύει θαρρῶν
[170] τò κελευσθὲν μηδαμῶς καὶ τινα πάθη περὶ τὴν φωνὴν καὶ τὴν γλῶσσαν ἰσχνότητα καὶ βραδύτητα πιθανῶς ἀπαντῶν αἰτιᾶται τῆς παραιτῆςεως, «δέομαι Κύριε», λέγων, «οὐχ ἱκανός εἰμι»∙«δέομαι, προχείρισαι ἄλλον ὃν ἀποστελεῖς». ’Ακούει πυνθανομένου καὶ Ἠσαΐας Θεοῦ: «Τίνα ἀποστείλω καὶ τίς πορεύσεται; » Καὶ αὐτίκα μάλα μονονουχί καὶ φθάνων τὴν πεῦσιν ἐπέχει
[175] προχειρότατα τὴν ἀπόκρισιν: «Ἰδοὺ ἐγώ, ἀπόστειλóν με». Μωσῆς μὲν γὰρ ἐᾠκει καὶ φυσικòν φέρεσθαι τò περὶ τὰ φωνητικὰ πλημμελὲς καὶ παρὰ τοῦτο πρòς τὴν ἀναϐολὴν εὐπρόσωπος ῆν. Ἠσαΐας δὲ στομωθεὶς ἢδη τῇ πυράγρᾳ τοῦ Σεραφεὶμ καὶ τὴν γλῶτταν ἀποχρώντως ἐκεῖθεν ἐξωργανῶσθαι καὶ κατερρυθμίσθαι πεποιθὼς πρòς τò εὔλαλον, εὐπειθῶς ἀπήντα πρòς τὴν
[180] διακονίαν προαρπάζων ὣσπερ καὶ τò τοῦ χρηματίζοντος κέλευσμα. Αὐτòς δὲ καὶ τὰ ἐς εύγλωττίαν φιλοτίμημα φύσεως πεπλάσθαι τὴν πρώτην ξυνεπιστάμενος ἑαυτῷ καὶ τοῦτο τò μέρος ὑπὲρ Μωσέα κεχαριτῶσθαι, οὐδὲ δὲ μεῖον καì τοῦ καθ’ Ἠσαΐαν ἂνθρακος ἠξιῶσθαι καì τὰ χείλη διαπεφλογίσθαι πρòς τò δυσάντητον καì τοῖς ἐς λόγους ἐρχομένοις ἄστεκτον καì ἀπρόσιτον, ὁμοῦ τε
[185] δέχῃ τò περὶ τὴν διαπρεσβείαν τοῦ βασιλεύοντος χειροτόνημα καὶ ἂσμενος ὁμοῦ καταδέχῃ μηδ’ ὁπωστιοῦν ἀναδύς. Διπλῷ γὰρ ηὔχεις τὴν γλῶτταν κεχαλκεῦσθαι πυρί, τῷ μὲν ἀπò γῆς κρατήρων ἀναπιδύοντι καὶ τῆς κάτωθεν πυρίπνου τιθηνοῦ σοι ῥητορικῆς, τῷ δ’ ἐξ οὐρανοῦ φλογερῶν κατομϐρουμένῳ πηγῶν καὶ κατ’ ἲσον ταῖς ἐκεῖθεν κατιούσαις τοῖς ἀποστόλοις εἰς διανέμησιν
[190] γλώσσαις πυρός, ἀπομεμερισμένῳ καταλλήλως καὶ σοι καὶ δίδοντι ξέναις μὲν ἑτέραις γλώσσαις μὴ φθέγγεσθαι, ἑτεροδιαλέκτοις δὲ καὶ ἀλλογενέσιν εἰς ποικίλην σχιζομένοις καὶ γνώμης διαφορότητα καὶ φωνῆς ὑπò μιᾷ τῇ γλώττῃ τὰ προσφυαᾶ διαλεγόμενον συμποικίλλεσθαι.
10.
ᾚδεις δὲ καὶ ἄλλως ὃπως λαϐίδι πρηστηρίῳ σεραφικῇ καὶ
[195] οὐρανοψεκάστῳ πυρὶ κατηρτισμένος εἰς τò θεόσοφον, ἀλλὰ καì ὃλην έψωμισμένος τὴν Ἰεζεκιήλ κεφαλίδα καὶ φορών μὲν αὐτὴν εντός έπιστέρνιον, ἐπερχόμενος δὲ νουνεχόντως καὶ τὰ πρόσθεν αὐτῆς, φησί, καὶ τὰ κατόπιν γραπτά. Καὶ οὓτω δεξιῶς εὖ μάλα καὶ παροῦσι ποικίλοις πράγμασι καὶ μέλλουσι διαιτῶν, ἀμέλει καὶ κομιδῇ πεποιθότως εἶχες καì εὐθαρσῶς ὡς καì
[200] παρὰ τὴν ὑπερορίαν γενόμενος καì τὰ τῆς πρεσϐείας διαγυμνάζων ἐκ τοῦ σχεδόν τε ἀνοίξεις τò καλόν σοι δελτοφυλάκιον στῆθος καì ἀνελίξεις αὐτοῦ ταμιουλκουμένην κεφαλίδα ταύτην ἀμφιγραφῆ καì κατὰ τὴν παρά σοι γνῶσιν τῶν ἐκατέρωθεν ἐνεστιγμένων αὐτῇ συλλαϐῶν τά τε νῦν ἐφεστῶτα τῶν πραγμάτων καì πρόσθεν εἰς ἐναργὲς ἐπόψια κείμενα πρòς τò εὖ ἀποπερανεῖς,
[205] τά τε κατόπιν καì εἰς αὖθις ἐσόμενα διαθήσεις ὡς ἄριστα, εἰς μακρὰν τὰ πάντα καì εὐδαιμονίαν καì ὄνησιν τῇ τε κοσμικῇ ’Ρωμαίων ἡγεμονίᾳ καì τῷ πρεσϐευτὴν χειροτονοῦντί σε βασιλεῖ.
168-169 cf. Exod. 3,10 || 170-171 cf. Exod. 4,10 || 171-172 Exod. 4, 13 || 173-174 Is. 6,8 || 177-180 cf. Is. 6,6-8 || 188-190 cf. Act. 2,3 || 191 Act. 2,4 || 194 cf. Is. 6,6 || 195 cf. Act. 2,3 || 196 Ez. 3,2 || 197-198 Ez. 2,10
169 τῷ S: τòν M || 170 οὐδαμῶς S || 176 φωνητικòν M || 178 ἐκεῖθεν ἐξωργανῶσθαι ἀποχρώντως M || 182 καὶ post μέρος add. Μ || 185 πρεσϐείαν Μ || 188 οὐρανοῦ Ssl: οὐρανῶν Sac || 189 καì om. S || 190 ξένως S || 191 γλώσσαις ἐτέραις Μ || 196 ἐψωμισάμενος Μ || 202 ταμειουλκουμένην S τιμιουλκουμένην Μ παρά σοι Μ: περί σε S || 203 ἐστιγμένων Μ
11.
Μέντοι καὶ οὔτως ὑποδὺς τò λειτούργημα, τὴν ἐν ποσìν ἐκδημίαν στέλλῃ καὶ μετὰ πλείστους δρόμους καὶ περιδρόμους καὶ πορείαν οὄκουν
[210] ῥᾳδίαν οὐδ’ ἀταλαίπωρον ἤδη καὶ πατεῖς τὴν ἀλλοδαπὴν καὶ τοῖς ἐπἐ χώρας κρατοῦσι καὶ βαρϐαραρχοῦσι ξυγγίνῃ καὶ ξυμϐάλλεις κραταιòν αὐτοῖς λογομάχιον. Φθέγγῃ τε καὶ ἀκούεις καὶ προτάσεσιν ἀντιτίθης καὶ λύσεις ἀντεπεξάγεις ἐς ἄμαχον ἀντιθέσεσι καì τέλος τὰ τῷ πεπομφότι βασιλεῖ θυμήρη περαίνεις, λόγων πειθοῖ καταδημαγωγήσας τò βάρϐαρον, οὐ κατὰ Μωσῆν
[215] ἐπισείσας δείματα φρικαλέα τῷ Φαραώ, σκνίπας τινὰς καὶ βατράχους καὶ κυνομυίας καì ὃσα λοιπὰ μετρεῖ τὴν πᾶσαν δεκάπληγον, οὐδὲ ταύτῃ μορμολυξάμενος καì καταπτήξας αὐτòν καì συναναγκάσας ἔνσπονδα θέσθαι τῷ βασιλεῖ καὶ οἱ βεϐαιῶσαι τò φίλιον, ἐνδελεχειᾳ μὲν οὖν καì μόνῃ ῥανίδος λόγου μελιηδοῦς τὴν κατάκρας ἐσκληρυμμένην καρδίαν ἐπιτέγξας αὐτῷ καì
[220] κοιλάνας ἐς ὑποδοχὴν τοῦ βουλητέου τῷ πέμψαντι.
12.
Οὔτω δεκτòς αὐτòς πρέσϐυς οἷος εἰς τò πρòς γνώμης πάντα δυσωπεĩν καì ὑπάκουον τιθέναι τòν πρεσϐευόμενον. Οὕτως ἀπò τῶν ἐν κόσμῳ καì καθ’ ἡμᾶς ἐπὶ τὰ θειότερα προϐιϐάζῃ καì τῶν μεγίστων σοι προμελέτη γίνεται τὰ μικρά. Καὶ πρὶν μὲν ἐκ φαυλoτάτων θαλαττουργῶν οἱ μύσται Χριστοῦ
[225] δικτυουλκεῖν τε φιλούντων καì ἰχθυᾶσθαι εἰς ἁλιεῖς ἀνθρώπων μετασκευάζονται ἐξ ὁμοίων πρòς τοῦ καλοῦντος μετενεχθέντες ἐφ’ ὃμοια μέν, σεμνότερα δέ. Σὺ δ’ ἐκ πρεσϐευτοῦ βασιλεῖ καì δυνάσταις τοπαρχοῦσι μεσιτεύοντος καì πᾶν τò πρòς ἀνθρώπους ἀνθρώποις ὁμοφυέσι μαχόμενον καταλλάττοντος, εἰς πρέσϐυν εὐπαρρησίαστον ἔρχῃ Χριστοῦ ἐν μεσαιτάτῳ καì ἀνθρώπων
[230] ἱστάμενον καì τοῦτóν σφισιν ἐκπεπολεμωμένον τὰ ἐς εἰρήνην εὐμενιζόμενον. Και ἦσαν μὲν τὰ πρότερον ἐκεῖνα καì κατὰ κόσμον πρεσϐευτικὰ τῶν εἰσέπειτά σοι καì κατὰ Θεòν ὡς ἔνι μάλιστα διδασκάλιον, ἦν δὲ καὶ τò δυσωπητικòν ἐν ἐκείνοις καì ἀναπότευκτον σαφὲς προχάραγμα τοῦ νῦν ἐν ταῖς πρòς Θεòν ἐντυχίαις τῆς ἱερωτάτης πρεσϐευτικῆς εἰσακουστοῦ καì δεκτοῦ.
13.
[235] ’Eγὼ δὲ σοι κἀκεῖνα μὲν τῶν παρόντων σύμϐολα τίθεμαι, οὐχ ἧττον δὲ καὶ αὐτὰ τὰ παρόντα τοῖς πρὶν καμάτοις λογίζομαι κἀκείνων ἀντιμέτρησιν ἀποφαίνομαι· ὃτι μὲν γὰρ ὃσα καì ἀθλητὴς νομίμως ἀθλήσειας, Παῦλος οὐρανοφοίτης, ὑψηλòς βραϐευτὴς τῇ πατριαρχικῇ σε ταύτῃ δόξῃ καὶ τιμῇ στέφανοῖ, ὃτι δὲ θλίψεσιν ὁμιλήσειας, ἀντίρροπον τοῖς παραλυπήσασι
214-216 cf. Exod. 8,3 ; 8,12; 8,17 || 218-220 Choiril. Sam. fr. 10 = EGF 271 || 219 Exod. 9,35 II 224-225 cf. Matth. 4,19-22 ; Mar. 1,17-18
205 κατόπιν S: κτίσιν M || 206 εὐδοξίαν S || 209 πολλοὺς M || 212 φεύγῃ M || 213 ἀντεξεγάγεις M || 216 δεκάπληγον πᾶσαν M ļļ 218 τòν φίλον M || 219 ἐσκληρυμένην S Μ || 221 αὐτῷ S πρέσϐις S M πᾶν S || 222 οὃτω M || 224 καì post Χριστοῦ add. M || 225 δυκτιουλκεῖν M || 227 μεσεύοντος S || 228 μαχόμενος M || 229 πρέσϐιν S M ἀπαρρησίαστον M Χριστοῦ S : Θεοῦ M || 231 μὲν τὰ πρότερον ἐκεῖνα S: ἐκεῖνα μὲν τὰ πρότερον Μ εἰς ἔπειτα Μ || 233 ἀναπότευκτον Μ: εὐπίτευκτον S || 234 ἱερωτέρας S πρεσϐευτικαῖς S || 235 σοι om. Μ σύμϐολον S || 237 ἀποφαίνονται Μ
[240] σκυθρωποῖς ἐκ Δαυὶδ ἐπικέχυταί σοι τò τῆς ἀγαλλιάσεως ἔλαιον, ὃ χρίει σε Θεòς παρὰ τοὺς μετόχους σου καì συγκλήρους τῷ τῆς Ἑκκλησίας θείῳ σχοινίσματι. Τῷ γὰρ ὄντι καì μικρῷ μὲν ἧττον ἢ κατὰ Παῦλον, περισσότερον δὲ πάντων αὐτòς ἐκοπίασας. Κἀντεῦθεν, ἐν ᾧ ἃν ἐκεῖνος καυχῷτο, καυχήσαιο καì αὐτός, ἐν κόποις περισσοτέρως, ἐν μόχθῳ καì ἀγρυπνίαις ὑπερϐαλλόντως,
[245] ὁδοιπορίαις πολλάκις, τὰ μὲν στρατοπεδευομένῳ παρομαρτῶν βασιλεῖ καὶ οἱ τὰ σὰ καθήκοντα ὑποδρῶν καὶ χεὶρ αὐτῷ παντòς τοῦ πρòς γνώμης γινόμενος ἐνεργός, τά δὲ καὶ πορείας ἐν διαπρεσϐείαις τέμνων μακρὰς κινδύνοις ποταμῶν, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν πόλει∙ καὶ αὕτη Παλαιστηνῶν τò κράτιστον Ἱερουσαλήμ, ἣν εἰσελαύνεις οὐχ
[250] ἱστορήσων Πέτρον, ὃ δήποτε καì ἡ Παύλου παρὰ τὴν πόλιν ἄφιξις βούλοιτο - ἐκεῖνος γάρ σοι τῆς περì τὴν νῦν πρεσϐύτιδα ’Ρώμην καλῆς αὐτoῦ μετοικίας μεταποιούμενος δευτέρας ἄλλης ἐκδημίας ὑπόθεσις - ἀλλ’ ἵνα τι συνοῖσον ἄλλο τῇ ’Ρωμαίων βασιλείᾳ κατασπεῦδον ἐξ ἀναγκαὶου διάθοιο. Καì εἶχε μὲν σε πόλις ἐκείνη πρεσϐεύοντα ὡς ἀμέλει καì Παῦλον ἔτερον τρόπον ἡ
[255] Δαμασκός, ἐφρούρει δὲ καì ταύτην ἐθνάρχης ἐπιμελῶς πιᾶσαι ζητῶν σε καì πῶς δρᾶσαί τι καì άνήκεστον. Οὐδὲ γάρ, οὐδὲ φέρειν εἶχε τοῖς τῶν σῶν λόγων τὰ ᾦτα κατακεκροτημένοις βροντήμασι καì περì μέσην αὐτῷ τὴν ἐθναρχίαν καì δυναστείαν ὑπò τῆς ἀρρήτου σφῶν πειθανάγκης ἀρχόμενος καì καταδυναστευόμενος καì εἰς δοῦλον βασιλεῖ καì ’Ρωμαίοις ἐθελακοντὴς
[260] ἀπαγόμενος. Ἀλλά γε ῥύῃ χαλασθείς πως διὰ θυρίδος, σοφῆς εὖ μάλα σοι προμηθείας φωταγωγοῦ τὴν αἴγλην ἐπì καιροῦ τῆς ἐν ἀπόροις εὐμηχανίας ἐκ τοῦ πατρòς τῶν φώτων ἐπεισκρινούσης σοι καì ἐναυγαζούσης φαιδράν, κἀκείνῳ μὲν τῷ ἀνθρωποθήρᾳ καì σὲ πονηρῶς λοχῶντι παναγρευτῇ ὑπανοιγούσης ἐπì βραχὺ προσδοκίαν ἐπιϐολῆς χειρῶν κατὰ σοῦ, σαυτῷ δὲ
[265] καì πλατεῖαν ἐκπεταννύσης τὴν ἐκεῖθεν διέξοδον. Ἐν σαργάνῃ δὲ σοι καì ἡ ἐξάλυξις τῆς ἐπιϐούλου χειρòς πλοκαῖς τισιν εὐμηχάνοις λόγων πειθοῦς καì ποικίλων νοημάτων στροφαῖς καì δεξιῶν ἐγχειρήσεων, αἷς δήπουθεν ἐμπεριλαϐὼν ἑαυτòν καὶ καταρτῆςας ἐς ἀσφαλές, κοῦφος ὑπερέπτης τὴν παγίδα τοῦ θηρευτοῦ καὶ ἔτι καὶ βασιλικòν χρυσίον ἐπεζημιωκὼς τòν ἄνδρα
[270] βαρυολκότατον ἁρπάγδην ὣσπερ μέσου τῶν ἑαυτοῦ χειρῶν ἐξελῶν, ἔργον εἰς δεῦρο χρόνου πᾶσι τοῖς ἐξ αἰῶνος ἀνήνυτον καì πρìν τελεσθῆναι μὴ πιστευόμενον.
237-238 cf. 2 Co. 5,1 || 238-239 Ps. 8,6 || 240-241 Ps. 44,8 || 244-245 cf. 2 Co. 11,23 ; 11,26 ; 11,27 || 247-249 2 Co. 11,26 || 250 Gal. 1,18 || 255 2 Co. 11,32 || 260 2 Co. 11,33 || 262 lac. 1,17 || 265 2 Co. 11,33 || 268-269 cf. Ps. 123,7 || 271-272 Greg. Naz. Or. 43,24 = PG 36, 529B
240 άγαλλίσεως M || 243 ἐκεῖνοι καυχοῖντο S || 248 ἐρημίαις M || 249 πόλεσι M || 251 γάρ σοι τῆς περì τὴν νῦν scripsi: γάρ σοι τῆς γὰρ περὶ τὴν νῦν Μ γάρ σοι τῆς νῦν παρὰ τὴν S αὐτῷ Μ || 253 καὶ post ’Ρωμαίων add. Μ βασιλίδι Μ || 257 περὶ S: παρὰ Μ || 261 τοῖς Μ ἀπορρήτοις S || 265 πλάτος Μ || 266 ἐπιϐόλου M || 268 καταρτῆςας Μ: προκαταρτίσας S ὑπερέπης Μ || 269 καì post θηρευτοῦ om. S || 270 ἑαυτοῦ S: αὐτοῦ M
14.
Ήλίκοι μὲν γάρ, οἷα φύσις λημματικὴ καὶ φιλάργυρος, οἱ λατινίδων ἀπορρυέντες πηγῶν τοῖς τούτων αὐτοπείροις χρόνος μακρòς εἰς ἀκριϐὲς
[275] ἀπεσάφησε, τò δὲ καὶ χρυσòν βαρυτάλαντον ἀφελέσθαι τρώκταις οὕτω καὶ φιλοχρημάτοις ἀνδράσι κείμενον ἐπικόλπιον μὴ καὶ δεύτερον εἲη πρόϐλημα Σαμψὼν δυσερμήνευτον. Κἀνταῦθα γὰρ ὄντως βρωτòν ἐξῆλθεν ἀπò βιϐρώσκοντος καὶ σὺ μόνος ἁπάντων τούτου καὶ δράματος ἅμα καὶ αἰνίγματος αὐτουργός, ἀναλώτιδος χρημάτων γνάθου καὶ φάγου προτεθέν εἰς βρῶσιν αὐτῇ
[280] χρυσίον ἀφαρπάσας ἁδρόν.
15.
Τηλικαῦτα σέ διέθετο θαυμαστὰ τò Παύλου συνέκδημον∙ οὕτω ζηλωτόν, οὕτω μακαριστòν ἐξειργάσατο. Άλλὰ καυχᾶσθαι μὲν ἐκεῖνος ἥκιστά φησι συμφέρειν αὐτῷ, ἑμοì δὲ τò πρᾶγμα καì λίαν σύμφορον καì πρòς τοὺς μετὰ χεῖρας λόγους τò καιριώτερον. Ἑλεύσομαι γὰρ καì αυτòς εἰς ὀπτασίας
[285] καὶ ἀποκαλύψεις Κυρίου τὰ ἐπì σοì τετελεσμένα σημαινούσας καὶ πρò καιροῦ. Οἶδά σε ἂνθρωπον ἐν Χριστῷ οὔμενουν πρò ἐτῶν ἁρπαγέντα δεκατεσσάρων ἔς τε καὶ ἐπὶ τρίτον οὐρανòν καὶ παράδεισον καὶ ῥημάτων τινῶν ἀρρήτων ἀκούσαντα, ὃλους ἰσαρίθμους ἡλίους πειρατηρίῳ μὲν δοκιμαστηρίῳ χρησάμενον, ἁρπαγέντα δὲ μεταξὺ τòν νοῦν ἀτεχνῶς τῇ καθ’ ὕπνους ἑμφάσει καὶ
[290] κουφισθέντα μετέωρον, ὕπap τε μᾶλλον ἢ ὄναρ, θαυμασíου τινòς ἀκηκοότα καὶ μυστηριώδους ῥητοῦ, δευτέραν ὑψηλοτέραν ἁρπαγήν σοι μηνύοντος. Τò δ’ ἦν ἕϐδομóς τις ἀγλώσσοις ἐνυπνίου φωναῖς ἐπὶ διπλῷ λαλούμενος ἕϐδομος, οὗ δὴ τò ἀπαινιττόμενον ἕτερον οὐδὲν ἢ μόνον τὸ τε ἤδη πεσòν ἡμῖν ἑν ὄψεσιν ἑπί σοι μεγαλεῖον τοῦ δυνατοῦ καì τò νῦν δὲ κείμενον μεῖζον ἢ μέγιστον
[295] εἰς ὀφθαλμῶν ἑορτὴν, ἡ σὴ μετὰ τετρακτὺν ἑτῶν καὶ δεκάδα πρότερον μὲν παρὰ τòν τῆς ἑκκλησίας τρίτον οὐρανòν ἁρπαγή, τοὺς ἱεροὺς ἐκείνους βαθμούς, oὓς ἀναϐὰς καὶ δὴ κατεκόσμησας, μετὰ δὲ καὶ παρὰ τòν ἀνώτατον τῆς οἰκουμενικῆς ποιμεναρχίας παράδεισον. Ή μακαριωτάτη γὰρ Τριάς, ὁ Θεός, ὅλην ὅσον οὐδέπω σοι ἑαυτὴν ἐνοικήσουσαν ἀποταμιεύουσα, φθάνει
[300] σοι τέως τòν καιρòν ἀπò τοῦ πνεύματος αὐτῆς καὶ παρὰ μέρος ἐκχέουσα, ἐνύπνíα τε παρὰ τοῦτο ἐνυπνιάζῃ καὶ ὁράσεις βλέπεις τῶν ἐσομένων σοι.
16.
Οὕτως ὅλον ἀπεμόρξω τòν Παῦλον, οὕτως ἔμψυχον ἐκείνου καὶ λαλῆεν ἀφίδρυμα τοῦ περιóπτου τῆς ἐκκλησίας ὕπερθεν βέϐηκας ἐπίγραμμα φέρων, ὃ δὴ καὶ Παῦλος προτάγδην ταῖς οὐρανογράφοις ἐντίθησι καὶ
[305] παραδείσου δέλτων ἐξειλεγμέναις ἐπιστολαῖς. Παῦλος κλητóς φασιν aἱ τοῦ ἐπιγράμματος συλλαϐαί, ἐκεῖνο μὲν καθ’ ὅτι πρότερον σφοδρῷ τινι σάλῳ πειρατηρίου βασανισθεὶς καὶ κλυδασμῷ πολυκύμονι, ὃν αἱ τοῦ φθόνου δριμεῖαι λαίλαπες ἀπηγρίωσαν, εἰσέπειτα βαθεῖαν εὗρες τὴν παῦλαν περὶ τοὺς ἀρχιερατικοὺς εὐλιμένους ὅρμους καὶ τὰ νήνεμα τῆς τòν γαλήνιον Ίησοῦν
[310] ἐνοικοῦντα πλουτούσης ἐκκλησίας νεώρια, τοῦτο δ’ ὅτι σὲ καὶ Θεòς μὲν ἐκ μήτρας ἤδη προαγιάσας εἰς τοῦτο δόξης καλεῖ, οὐχ ἧττον δὲ καὶ πᾶσα βουλὴ καὶ γνώμη καὶ εὐχὴ καì πόθος τοῦ τε θείου βήματος καὶ τοῦ πολιτεύματος, καὶ τò κλητòν αὐχεῖς καὶ οὐρανόθεν καὶ γῆθεν καὶ συνόλως παγκόσμιον.
276-278 cf. Iud. 14,12-14 || 282-288 2 Co. 12,1-4 || 290 Hom. Od. 19,547 || 294 cf. Luc. 1,49 || 298-299 cf. 2 Co. 6,16 || 300-301 Act. 2,17 || 305 Rom. 1,1
273 ἡλίκη Μ λημματιστικὴ S φυλάργυρος M λατίνων S || 276 φιλοχερημάτοις M || 277 κἀντεῦθεν S || 282 καυχᾶ M || 290 ἀκηκοάτα M || 294 ἐπί σοι om. M Il 295 τετρακτὴν M || 297 παρὰ M περὶ S ἀνωτάτω M || 299 ὅσην M || 301 ἐνυάζῃ M || 304 φέρον M ἐντίθεται M || 305 ἐξειλεγμένας M || 306 γράμματος M ἐκείνῳ S || 307 κλυδωνισμῷ M || 308 δρυμεῖαι M ἕπειτα M
17.
’Eπὶ δὴ τούτοις πρόσκειταí σοι καὶ σκεῦος ἐκλογῆς τῇ ἐπιγραφῇ
[315] ὄνομα βαστάζον Θεοῦ, ὅτι τε σὺ μόνος ἁπάντων ἐκ τοῦ λαοῦ Κυρίου δαυιτικῶς ἐκλεκτòς καὶ ὅτι σαυτòν ὅλον ἀρετῶν φιλοτιμίᾳ σκεῦóς τι κόσμιον ἐκπονήσας, παντòς ἀρώματος εὐωδοῦντος εὐπνούστερον καταπεπίστευσαι μῦρον τῆς οὐρανίου μυροδόχης ἐκκενωθὲν τοῖς ἐν γῇ, τòν ἐκεῖνο τοῦτο πρòς τοῦ ᾴσματογράφου καλούμενον Ίησοῦν, τῷ Πατρὶ συνεληλυθότα καὶ μονήν, ὡς
[320] αὐτός φησι, ποιούμενον παρὰ σοί. Βαστάζεις δὲ ἅρα τοῦτο καὶ τῇ σῇ καταλλήλως προσηγορίᾳ καὶ προσφυῶς Θεῷ μὲν γὰρ πρòς ἄλλαις ὅσαις προσωνυμίαις καὶ βασιλευόντων ἐπίκλησις βασιλεύς, αὐτòς δὲ ὠχυρωμένον βασίλειον ἐκ φερωνυμίας, ἀξιοπρεπὲς αὐτῷ εἰς ἐνοίκησιν.
18.
ʽΕνòς ἔτι σοι τῶν αὐχημάτων Παύλου προσέδει εἴη δ’ ἂν ἐκεῖνο ἡ
[325] μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Καὶ δή σοι καὶ ταύτην μνᾶται τò οἰκουμενικòν ἀρχιερατικóν, ἐξ οὗ πάσαις νῦν ταῖς ὑπ’ οὐρανòν ἐκκλησίαις εἷς πνευματικòς κηδεμὼν προκάθησαι, πολυμέριμνος, ἐς ὁλοκληρίαν τòν πάντα Παῦλον ὐκεραιούμενος ἑαυτῷ.
19.
Καὶ τί πλέον παρεῖται τοῖς ἄνω χρόνοις, ἡνίκα Φαραὼ μέν, τῷ
[330] Αἰγυπτίων δυνάστῃ, διττὰς βοῶν ἑπτάδας ἔπλαττον ὄνειροι, τὴν μὲν καὶ καλῶν τῷ εἴδει καì ἐκλεκτῶν ταῖς σαρξί, τὴν δὲ καì αἰσχρῶν καì λεπτοσάρκων τò ἔμπαλιν, Ίωσὴφ δέ, ὁ καλός τε ἰδεῖν καì ἀγαθòς ὀνειρολυτεῖν, τὴν ὅλην ἄθρουν τέσσαρες καὶ δεκαετηρίδα δι’ αὐτῶν ἀπεσάφει τοῦ πολύχου τῆς εὐκαρπίας καὶ τοῦ λιμοῦ ; Κἀνταῦθα γὰρ ὁ τῶν παρ’ ἡμῖν εὐονείρων ἐνυπνίων
[335] δισέϐδομος τò τέσσαρες καὶ δεκαετὲς ἅπαν συναπαρτίζει σοι πειρατήριον, πλὴν ἀλλὰ καὶ ὡς ἔχομεν ἡμεῖς τι πλέον σεμνύνεσθαι. Ἐκεῖ μὲν γὰρ τῆς εὐετηρίας δυσημερία διάδοχος καὶ μετὰ γαλήνην εὐστάχυος χρόνου καὶ εὐθηνοῦντος Αἰγύπτῳ προσμειδιάσασαν ἡ ζάλη τῆς σιτοδείας ἐπιστυγνάζει καὶ ὁ χειμὼν καὶ ἡ φθάσασα χάρις τοῖς ἐπιγινομένοις ἀνιαροῖς ἀποκέκρυπται.
[340] Ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, τὰ σκυθρωπὰ τῶν χαροπῶν προτερεῖ καì τὰ λυποῦντα πικρὰ τοῖς θέλγουσιν ἀντιθέτως γλυκεροῖς ὑπεξίσταται καì τò πᾶν ἀπò χειρόνων ἐπì τὰ βελτίω μεταγωγή.
308-309 cf. Matth. 8,26 || 311 cf. Gal. 1,15 || 314-315 Act. 9,15 || 315-316 Ps. 88,20 || 316 cf. Rom. 9,21 || 317-318 Cant. 1,3 || 319-320 Ioh. 14,23 || 322 1 Ti. 6,15 || 322-323 Greg. Naz. Or. 11,1 = PG 35, 832B || 324-325 2 Co. 11,28 || 329-331 Gen. 41,1-3 || 332-339 cf. Gen. 41,25-28
309 íεραρχικοὺς S || 311 προαγίσας M τε post βουλὴ add. S || 315 δαυιτικòς M || 316 φιλοτεχνίᾳ M τι om. M κόσμιον S: τίμιον M || 317 εὐωδοῦντος om. S || 318 οὐρανίου om. M μυροθήκης M || 325 ταῦτα M || 326 ἱεραρχικòν S || 327 προκάθισαι M ἐς om. M || 328 ἀκαιρεούμενος M || 329 τῷ S: τῶν M || 330 βοῶν S: βιῶν M || 331 ταῖς σαρξìν ἐκλεκτῶν M καὶ post δὲ om. M || 333 δεκαετηρίδα scripsi: δεκατηρίδα M δεκαταετηρίδα S αὐτῶν M: αὐτῆς S || 336 σεμνύνασθαι M || 337 εὐετηρίας S: εὐημερίας M || 338 προσμειδηάσασαν M || 339 δὲ om. M
20.
Ἔχω τέσσαρες καὶ δεκαετηρίδα καὶ ἄλλην οὔκουν ἀπεοικυῖαν, οὐδὲ πάντη τῆς ἡμετέρας ταύτης ἀπᾴδουσαν, εἰς ὁμoζύγους τὰ τοῦ Λάϐαν δύο
[345] κοράσια μνηστευομένην τῷ Ἰακώϐ, ἑπτὰ μὲν ἔτη περὶ Λείας ἐν πόνοις διαμετρήσαντι, ἑπτὰ δὲ ἔτη περὶ ’Ραχήλ, ἡμερῶν τε καύσωσι παραϐεϐλημένῳ καὶ νυκτῶν παγετοῖς ἀσχάλλοντι καὶ ταῦτα καὶ ἀθυμοῦντι καὶ τòν ἐπὶ τῷ μισθῷ παραλογισμòν ἀνιωμένῳ τοῦ κηδεστοῦ, πέρας δὲ ὅμως καὶ ἅμφω τοῦ Σύρου νυμφευομένῳ τὰς μείρακας. Κἀνταῦθα γάρ τοι μὴ ὃπως οὐκ ἐπὶ βραχεῖ μισθῷ
[350] παραλογισμός, ἀλλὰ καì ζημιῶν ζημία καὶ ἀδίκημα διωλύγιον καὶ μακρòς ὁ τριϐεὶς τῷ ἀδικήματι χρόνος ὅλη γὰρ ἡλίων δισεβδόμη περιφορά, κάματοί τε σύμμετροι τούτοις καì ἆθλοι πρòς ἀλλοιώσεις ὡρῶν, νῦν μὲν ἐν ταῖς ὑπερορίοις πρεσϐείαις εἰληθερούσας ἐπωδύνως μεσημϐρινά, νῦν δὲ πηγνύσας ἀλγεινότερον ὀρθρινά·καὶ τῶν ποικίλων δμως τούτων αγωνισμάτων αΰταρκες
[355] ἔπαθλον, ἡ καì μηδὲν ἧττον ἢ κατὰ τὴν Λείαν πολύτεκνος ἐκκλησία, πασῶν μόνη μήτηρ τῶν ὑπò σελήνην ἐκκλησιῶν καì κατὰ τὴν ’Pαχὴλ ὑπὲρ πάσας ἠγαπημένη Θεῷ.
21.
Οὐκ ἦν γὰρ ἐπὶ πλέον στέρεσθαι τοῦ καλοῦ νυμφίου τὴν νύμφην ἐκκλησίαν, τὴν ἀποστολικὴν παρθένον ἁγνήν, ὃς αὐτῇ καὶ πρò γεννήσεως
[360] ἐμεμνήστευτο, οὗ δὴ καὶ ἄλλαι ψυχαὶ παρθένοι καραδοκοῦσαι τὴν ἔλευσιν, φρόνιμοι πᾶσαι καὶ τετρωμέναι τῷ ἔρωτι τῆς εἰς αὐτòν ἀγάπης εἰλικρινοῦς, ὀρθοστάδην εἶχον ἄυπνοι διακαρτεροῦσαι καὶ τοῦτον ἥξοντα μένουσαι, πᾶσαι λαμπαδοῦχοι, πᾶσαι φωσφόροι, ἑκάστη τò παρ’ ἑαυτῇ τοῦ πόθου καιόμενον εἰς παμφαῖνον καὶ τηλαυγὲς πυρσοποιοῦσαι λαμπάδιον. Χρονίζοντος δὲ κατὰ
[365] τòν παραϐολικòν τοῦ εὐαγγελίου νυμφίον καὶ παρ’ οὐ μετρίας ἡλίων ἀποκαταστάσεις βραδύνοντος, ἐνύσταξαν πᾶσαι δυσελπιστίας ὕπνῳ βεϐαρημέναι καὶ κατεσπασμέναι τὰ βλέφαρα συνηδολέσχουν δὲ κἀκεῖνα τῷ ψάλλοντι: «Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός;;» Ἀλλὰ γὰρ ἐξάπινα, μέσης ἤδη που τῆς δι’ αὐτòν ὑπò βαθείᾳ
[370] στυγνότητι πάντων κατακεχυμένης νυκτός, κραυγὴ χαρᾷ καὶ ἀγαλλιάματι σύμμικτος παντòς ἐκϐεϐοημένη χείλους ταῖς οὕτω νυκτομαχούσαις πίπτει παρθένοις εἰς ἀκοάς, «ἰδοὺ τòν νυμφίον ἔρχεσθαι», φράζουσα, χρόνιον, ἀρχόμενον ἄρτι τῆς ἀπαγούσης ἐς τòν νυμφῶνα καὶ οἷóν τινα πρò τούτου καταλύματα καὶ σταθμοὺς τοὺς προειληφότας ἐκείνους ἱεροὺς βαθμοὺς
[375] ἐπιπορευόμενον.
343-346 cf. Gen. 29,15-30 || 346-348 cf. Gen. 31,40-42 || 355 cf. Gen. 29,31 || 356-357 cf. Gen. 29,30 || 359 2 Co. 11,2 || 361 cf. Cant. 2,5 || 364-366 Matth. 25,5 || 368-369 Ps. 76,8 ; 76,10 || 369-372 Matth. 25,6 || 371-372 cf. Aristacnet. Ep. 1,10 = 26,11 Mazal || 372 Hom. Od. 17,112
343 δεκατηρίδα M οὐδὲν M || 345 ἔτι S || 346 παρὰ S παραϐεϐλημένω Ssl: περι-Sac II 347 τῷ om. M || 349 νυμφευομένῳ Msl: νυμφευόμενον Mac τοι om. M || 353 ὑπερορίοις Msl: ὑπερορίαις Mac πηγνυούσας M || 354 ὀρθρινὰ M: ἀχθεινὰ S || 356 ἐκκλησίαν M καὶ om. M ἐν πάσαις S || 357 ἠγαπημένην M || 359 αὐτὴν S γενέσεως S || 360 ἐμνηστεύσατο S || 361 τῷ ἔρωτι om. M || 362 ἄϋπνος M ἥξαντα M || 373 ἀρχόμενον S: ἐχόμενον M
22.
Ἤδη γάρ σοι καὶ πρò γε τῆς ἐντελοῦς ἱερᾶς γαμοστολὶας καὶ τῆς νυμφεύσεως τòν νυμφὶον τὰ πάντων ἐπεφθέγγετο στòματα καὶ τὴν κραυγὴν ἐπελάμπρυνε διαμαρτυρομένην τò ἱερòν σοι κῆδος ἐπιπρεπές. Ὠς δὲ καὶ παρὰ τòν νυμφῶνα προσάγοις, ἐξιᾶσιν ἐκεῖναι παρθένοι τὴν ὑπαντὴν ὡς κάλλιστα
[380] διαθήσουσαι, πᾶσαι τὰ λύχνα πλησιφαεῖς, ὁλοφεγγεῖς τὴν λαμπάδα καὶ οὐδεμία λειψιφωτοῦσα καὶ περὶ τῇ σϐέσει δειμαίνουσα, οὐδ’ ἐν μοίρᾳ δανείσματος ἐκ τῶν ἔγγιστα τιθεμένη τὴν τροφὴν τοῦ μετὰ χεῖρα πυρσοῦ, πασῶν ἀλλὴλαις ἀντισεμνυνομένων περί τὴν τελετὴν τὰ προπòμπια καὶ ἀντιφιλοτιμουμένων εἰς πóθου δαψιλέστερον πῦρ. Ἐπιστὰς δὲ ἤδη πᾶσιν
[385] ὅλαις καρδίαις εὐκταῖος οἶος καὶ ὅλοις πóθοις ἐπέραστος καὶ τòν νυμφῶνα τοῖς τὴν σκευὴν έτοίμοις καὶ αὐτάρκως ἔχουσι συνεισδύς, οὐ κλείεις τὴν θύραν, οὐδ’ ἔστὶν οἶς καὶ θυροκοποῦσιν ἀπολέγεις τὴν εἴσοδον, τοὐναντίον μὲν οὖν κἀπὶ μακρòν ταυτηνὶ καιροφυλακοῦσι πάσας ἀναζυγοῖς τὰς εἰσαγωγοὺς καὶ συνδαιτυμóνας εἰσδέχη παρὰ τòν θεῖον καὶ ὑπέρσεμνον θάλαμον.
23.
[390] Οὕτως ἡ ἐκκλησία προσήκοντά σε νυμφίον ἡρμóσατο ἐκ τοῦ γνησίου καὶ ταύτης ἀποτρòφου τάγματος αἱρεθέντα καὶ τοῦ κατ’ αὐτὴν ἱερωτέρου φυλετικοῦ, ὅπερ ἀμέλει πάλαι ποτὲ καὶ ὁ προπάτωρ Ἀϐραὰμ δικαιοῖ ἐκ τῶν ὁμοφύλων γυναῖκα τῷ τέκνῳ κατεγγυῶν Ίσαὰκ καὶ τοιοῖσδέ τισι μνηστευτηρίοις τòν νυμφαγωγòν ἐξορκῶν: «Οὐ λήψῃ γυναῖκα τῷ υὶῷ μου ἐκ τῶν ἀλλοδαπῶν
[395] θυγατέρων, ἀλλ’ εἰς τὴν γῆν μου οὗ ἐγενòμην πορεύσῃ καὶ εἰς τὴν φυλήν μου κἀκεῖθεν αὐτῷ νυμφαγωγήσεις τὴν συνοικήσουσαν». Ἀτάρ τοι δοκῶ μοι καὶ τὴν ἐκκλησίαν τῆς ἱερᾶς ἑαυτὴν ἀποσεμνοῦσαν συναλλαγῆς καὶ καλλωπιζομένην ᾥσπερ τò σύμφυλον τοῦ νυμφεύματος ὑποδύεσθαί τε τὴν ἐν ᾴσμάτων ᾄσμασι νύμφην καὶ τὰ ἐκείνης ὑποφωνεῖν: «Οὗτος ἀδελφιδóς μου καὶ οὗτος πλησίον
[400] μου. Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδóς μου ἐμοί» νυμφίοι πάντως ἐπιπρεπεῖς ἀλλήλοις καὶ ἄμφω καὶ ἀλλήλων ἐπάξιοι καὶ κάλλους ἑκατέροις ἱεροκóσμου καὶ ἄμφω συνεισφοραί. Ἀλλὰ τούτου μὲν - φησί ποτε, «φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν»- πρò πυλῶν ἑστῶτος ἦν ὅτε θυραίου παραλογώτατα, τῶν θείων περιϐóλων καὶ ἱερῶν ἀδύτων ἐκτóς, καὶ φωνῇ
[405] δεήσεως πλήττοντος τὴν θύραν Χριστòν καὶ θεοκλυτοῦντος ἀπò ψυχῆς καὶ καλοῦντος ἐκδικήσεων Κύριον καὶ τò εἰκòς ὀψὲ γοῦν ζητοῦντος παρρησιάσασθαι, ὁ δὲ ἀλλ’ ἀνοίγει μὲν τούτῳ, μετὰ δóξης δὲ προσλαμϐάνεται καὶ εἰσαγαγὼν αὐτó τὲ τò παρ’ ἐμοὶ θεῖον ἄδυτον καὶ τὰ τῶν ἁγίων ἀποχαρίζεται ἅγια, τòν ἐκδικοῦντα καὶ παρρησιαζóμενον ἔργοις ἐπαληθεύων αὐτοῖς.
382 cf. Matth. 25,2-9 || 385-387 cf. Matth. 25,10-12 || 394-396 Gen. 24,3-4 || 399-400 Cant. 5,16 ; 6,3 || 402-403 Cant. 5,2 || 405 cf. Luc. 13,25 || 406 Ps. 93,1 || 407-408 cf. Hb. 9,3
378 ἀπελάμπρυνε M διαμαρτυρóμενα M σου S κῆδος om. S παρὰ Ssl: περὶ Sac || 379 προάγοις S ἐκεῖνα M || 380 διαθήσουσα M πλησιφανεῖς M τὰ λαμπάδια M || 381 περὶ Sal: παρὰ Sac || 382 τῶν om. M || 383 πρóμπια M || 388 καιροφυλακούσας S || 392 ὅπερ M: ὅπως S καὶ om. S || 405 θεοκλυτóκυτος M || 407 προλαμϐάνεται S
24.
[410] Ὅθεν κἀκεῖνά μοι τῶν ᾀσμάτων ἐπισυναπτἐον εἰς εὔκαιρον: «’Eγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἑπιστροφὴ αὐτοῦ», ὅθεν ἐξεληλύθει κακῶς, ἐκεῖ καλῶς ὑποστρἐψαντος. Κἂν γὰρ εἰ καὶ ἀπò ταύτης ἐμἀκρυνας ἀδικὶᾳ καταδιωκούσῃ φυγαδευθεὶς καὶ ηὐλὶσθης ἐν ἐρήμῳ παντòς ψυχαγωγήματος καὶ ἀϐιώτῳ ζωῇ, ἀλλὰ Θεòν προσδεχóμενος καὶ δή σε σώζοντα εὗρες ἀπò
[415] ὀλιγοψυχίας καὶ ἀπò καταιγίδος εἰς μἀτην ἐπεγερθείσης σοι. Καὶ ὁ τὰ σέλα πλούσιος λύχνος τòν εἰς μακρòν ἐπιπροσθήσαντά σοι ταῖς αἴγλαις καὶ ἀποκρύψαντα τοῦ φθóνου μóδιον ἐκπωματισθείς, ἐπὶ τὴν οὐρανομήκη τῆς ἱεραρχίας λυχνίαν κοσμολαμπὴς ἐτέθης φρυκτòς τòν οἶκον καταπυρσεύων πρóτερον εὐαγγελικῶς, ὃν ἡ τοῦ Θεοῦ Σοφία παρ’ ἡμῖν ᾠκoδóμησε ἑαυτῇ,
[420] κἀκεῖθεν τοῦ παντòς τῆς οἰκουμένης προσώπου κατασκεδασθησóμενος. Οὕτω σέ, τὴν καὶ πρò γενετῆς τοὺς ἀρχιερατικοὺς τύπους ἐγχαραχθεῖσαν δραχμήν, τò τοῦ καλοῦ ποιμένος ἐκσφρἀγισμα, εἰς βαθεῖαν καταχῶσαι κρύψιν ὁ τοῖς καλοῖς βασκαὶνων ἐφιλονείκησε μέν, ἀπέσφαλται δέ. Ἀνῆπται γὰρ λύχνος καὶ πάλιν, τò τοῦ περὶ σὲ διάπυρον ζήλου καὶ τοῦ πóθου τò φλογερóν, καὶ
[425] σεσάρωται μὲν ἡ πανδεχὴς οἰκία τῆς ἐκκλησίας καὶ ὁ ξυμπεφορημένος αὐτῇ βαθὺς τῆς ἀδικίας ἀποτετίνακται φορυτóς. Ἐπιμελῶς δὲ ἀνεζητήθης καὶ ἀνευρέθης αὐτóς, καλοῦνται δὲ συγχαιρήσουσαι καὶ χαριστήρια τῷ ἀνευρέματι θύσουσαι φίλαι μὲν ψυχαὶ πᾶσαι, φίλτατος γὰρ διαφερóντως ἔφυς αὐτòς καὶ διὰ στεργήθρου τοῖς πᾶσι καὶ εἰς κοινòν ἐπιπóθητος, οὐκέτι δέ
[430] σοι πρòς τῇ τοῦ φίλτρου σεμνηγορίᾳ καὶ γείτονες. Τίς γὰρ ἀγγέλοις οὐρανοῦ κατὰ σὲ καὶ γῆς ἀνθρώποις γειτνίασις; Τίς δὲ λóγοις ἢ πρακτέοις φύσιν ὑπερφωνοῦσιν, ὁποῖά δηπου τὰ σὰ καὶ οἷς τò πᾶν διοίκημα φύσεως, εἰ μὴ σύ, τò Θεοῦ σαφὲς ἀπεικóνισμα τοῦ ἐγγίζοντος ὑπò μετριοφροσύνης, ἑκοντὴς ὑποβαίνων τοῦ παρά σοι μεταρσίου καὶ προσγειóτερον χθαμαλούμενος,
[435] ἀτεχνῶς γειτονεῖν σοι δίδως καὶ ἐγγυτάτω τελεῖν καὶ οἷς ὑπεράγαν μακρòν ἐκ σοῦ τò τῆς ἀποστάσεως.
25.
Καὶ ἔγωγε τηλικαύτην διασκοπούμενος καμάτων καὶ πóνων ἄμειψιν οὐ πάνυ τοι μέμφομαι τῷ τοῦ λελυπηκóτος χρóνου μακρῷ δοκιμώτερον ἀποφήναντι τòν ἐμòν ἱερóαθλον παγκρατιαστὴν καὶ τò στεφάνωμά οἱ
[440] λαμπρóτερον. Εἰ γὰρ πεπυρωμένον ἀργύριον κεκαθαρισμἐνον έπταπλασίως οἶδε δóκιμον καὶ Δαυὶδ καὶ καθαρóτητος τò ἀκρóτατον, τίς δήποτε τοῦ παρ’ ὅλον δισεπτἀετες πυρωθέντος ἑπταπλασιώτερον δι’ ὑπομονῆς εἰς ὑπερκάθαρσιν δεδοκίμασται; Οὐδὲν ἄρα πρòς τοῦτο δοκιμαστήριον πῦρ οὕτω μὲν εἰς μέγα καύσεως παρατάσει χρóνου τραφέν, οὅτω δὲ ὑπερνεφὲς διαρθέν, οὐδ’ ἐκείνη
[445] τραχὺ βροντῶσα φλòξ ἀέριος χαλδαΐς εἰς ἑπταπλάσιον ὑπερκεχυμένη τοῦ σκάμματος καὶ φήμης ἐκριπισμῷ καὶ μνήμης μακρᾶς ἑαυτῇ συντηροῦσα μέχρι καὶ δεῦρο χρόνου τò ἄσβεστον. Ή γάρ τοι παρὰ πᾶσαν ἑπτάδα διπλῆν ἡλίων ἄναψις τοῦ κατὰ τò πειρατήριον φλέγοντος καὶ τò τῆς περιλαλήτου φλογòς ἐκείνης εἰς ἑπταπλασίω πῆχυν μεταρσιούμενον μέτροις πολυπλασιάζει
410-411 Cant. 7,11 || 412-415 Ps. 54,8-9 || 416-418 cf. Matth. 5,15; Mar. 4,21 ; Luc. 11,33 || 421-428 cf. Luc. 15,8-9 || 439-440 cf. 2 Ti. 2,5 || 440 Ps. 11,7
410 ἄκαιρον M δὲ post ἐγὠ add. S || 412 εἰ om. M || 416 ἐπιπροσθήσοντα S || 417 ἀποκρύψοντα S οὐρανομήκην Μ || 418 ἐστέφΟης S || 422 ἐγκαταχῶσαι M ļļ 424 καὶ τοῦ πóθου τò φλογερòν om. Μ || 426-427 ἐπιμελῶς δὲ ἀνεζητήθης καὶ ἀνευρέθης αὐτòς om. S || 428 θύουσαι τῷ εὑρέματι Μ || 431 τὶς δὲ λóγοις Μ: τíς ὁ λóγοις S || 434 προσγειóτερον Μ: πρòς θειóτερον S || 440 πεπυρακτωμένον Μ κεκαθαρισμένον S : κεχαρισμένον Μ || 445 ὑπερεκκεχυμένη Μ
[450] μακροῖς. Εἰ δὲ κἀκείνην συγκαταϐάς, φησίν, ἄγγελος εἰς πνεῦμα δρόσου διασυρίζον ἐξήμειϐεν, ἄχομεν καὶ ἡμεῖς ἀπορρητοτέραν ἐπί σοι συγκατάϐασιν, οὐ τῶν τινος λειτουργούντων ἀγγέλων ἐπικαταπτάντος τετάρτου νεανίαις τρισὶ κἀπί δροσόεν πνεῦμα μεταπεποιηκότος τὴν κάμινον, αὐτοῦ μὲν οὖν τοῦ τῆς παντουργοῦ Τριάδος ἑνòς Παρακλήτου, τοῦ συνδημιουργοῦ Θείου Πνεύματος,
[455] τοῦ τò σεπτòν τῆς χάριτος μῦρον ὅσα καὶ δρόσον καὶ τῆς κεφαλῆς Ἀαρών σοι κατομϐρήσαντος καὶ τοῦ πώγωνος, ὑφ’ οὗ καὶ ἀπεσϐήκει μὲν τò τῆς ἀνιασάσης φλογòς παφλάζον, τὰ πυκνὰ δὲ ταύτης ἐξάμματα, νάφθα καὶ κληματίς, οὐδαμοῦ κἂν δὲ καὶ μὴ πρὶν διέλειπον οἱ ἐμϐάλλοντες, ἀλλὰ νῦν πάντες ἄρδην ἐξέλιπον.
26.
[460] Ἀπέχει τοίνυν ἡ ἐκκλησία τὰ ἐπί σοι τροφεῖα πολυπλασίω, οὐκ ὀθνείοις καὶ περιθέτοις ἔξωθεν κάλλεσιν ὡς χθὲς καὶ τρίτην ἐρανιζομένη τò κόσμιον, γνησίοις δὲ καὶ αὐτόθεν τὴν ἄνθην προϐεϐλημένοις ἐξωραιουμένη καὶ φυσικοῖς. Κἂν γὰρ εἰ καὶ ξυρòς ἀλλοφύλου φθόνου τòν χρυσοῦν αὐτῆς ἀπέκειρε βόστρυχον, ἀλλ’ αὖ πάλιν τοῦτον ἐκεῖνον ἀπò πνευματικῆς νεφέλης
[465] τοῖς ἀξίοις τὰ θεῖα καταιονούσης χαρίσματα ψεκασθέντα πρòς ἀρδείαν καὶ πιανθέντα καὶ ἀναθηλήσαντα καλλωπίζεται, τὴν εὐγενῆ μόνον κόμην, τὸ τοῦ γνησίου καὶ αὐτανθοῦς τριχώματος πλόκιον καὶ ὅλως τὰ οἴκοθεν ἐρευθῆ καὶ τὰς αὐτοθαλεῖς ὡραιώσεις ἄλλου τιμωμένη παντός. Καὶ ἰδού, φησὶν ὁ φθεγγόμενος, ἡ κληρονομιά Κυρίου υἱοί, ὁ μισθòς τοῦ καρποῦ τῆς γαστρóς.
[470] Οὐκ εἰσποιητòς γάρ, οὐδὲ κατὰ θέσιν υἱòς τῇ τῆς Θεοῦ ἐκκλησίας κληρονομίᾳ παρεισελήλυθεν, υἱòς μὲν οὖν τò τῶν αὐτῆς τροφίμων καλλίστευμα ὁμοῦ καὶ καρπòς αὐτῇ τῶν ὠδίνων καὶ τῆς καλῆς ἐπ’ αὐτῷ μελεδῶνος καὶ τῆς ἀρίστης φυτηκομίας μισθός, εἰς θρέπτρον αὐτῇ καὶ τῶν μαιευμάτων γέρας ἐπάξιον τὴν ἀνωτάτω τιμὴν καὶ τò τῆς εὐκλείας πρέσϐιστον καταθείς.
27.
[475] Τί γὰρ ὄντως μητράσι τοῦ τηλικούτους παῖδας ἀποτεκεῖν εὐκλεέστερον, ἡλίκον καὶ οἷον σέ, τòν σοφòν ἡμεδαπòν ἀρχιθύτην, τò ἔμπρακτον εἰς ἐνέργειαν παρέστησεν ἀληθές, ἄνδρα πολλῷ τῷ περιόντι μείζοσιν ἢ κατ’ Ήσαΐαν μεγαλυνθέντα σεμνώμασι, καθόσον ἐκείνῳ μὲν εἷς πεπίστευται καθάρσιος ἄνθραξ, κἀκεῖνος ὑπò λαϐίδι μόνος ἐκ τοῦ
[480] θυσιαστηρίου ληφθεὶς πρòς τοῦ Σεραφείμ, τῷ δὲ ὅλον τε τò ὑπέρθεον ἀνεῖται θυσιαστήριον, αὐτός τε σεμνòς ἐκριπιστὴς ἀστέκτου πυρòς ὑπò θείου πνεύματος ἐμφυσήμασιν, αὐτòς ἐπαξιώτατος ἀνθρακεύς, αὐτῷ καὶ μετὰ χεῖρας ή καὶ μόνον ἰδεῖν φρικώδης ἀνθρακοδόχη μή ὅτι καὶ το παράπαν θιγεῖν, αυτός καὶ διανεμητικὸς Σεραφείμ τοῖς ψυχορρυπτῆρος χρήζουσιν ἅνθρακος ὑπὸ
[485] πυράγραις χερσίν, ὃς ἱερᾶται καὶ εἰς αἰῶνα κατὺ τὴν τάξιν Μελχισεδέκ, μηδενòς αύτῷ χρόνου μηδ’ ἐς πολλοστόν γοῦν ημέρας την ήλικιῶτιν αύτῷ βρεφόθεν ίέρωσιν διακόψαντος, καν ει καὶ μάλιστα τοῦτο φθόνος έσπούδακεν εἰκῇ καὶ μάτην δραμών;
444-446 cf. Dan. 3,46 || 448-449 cf. Dan. 3,47 || 450-451 Dan. 3,50 || 452-453 cf. Hb. 1,7 || 455-456 Ps. 132,2-3 || 457-458 Dan. 3,46 || 468-469 Ps. 126,3 || 478-480 cf. Is. 6,6
446 ἐκριπισμῷ S: ἐν ῥιπισμῷ M συντηρούσης S || 456 ύφ’ ἧς M || 457 ἀνιασάσης M: ἁλιευσάσης S || 465 ἀνδρίαν S || 468 ὡραιούσεις M || 470 τοῦ post τῆς add. M || 476 καὶ om. M || 478 μὲν post καθόσον add. M
28.
Παύλω μὲν γὰρ εἰς τοῦτο ἱεραρχίας συναφορισθεὶς ἀπό κοιλίας
[490] μητρός, εἰς αἰῶνα δὲ καὶ συνιερᾶσθαι κριθείς τῷ Μελχισεδέκ, πώς ἃν είχε τοῦ κατὰ τὸ διαιωνίζον ἱερόν αύτώ συνεχοῦς ποθεν διατέμνεσθαι, ἐφ’ οὖρ ἀλήθεια εκ της γης καὶ πάλιν άνέτειλχ, ὀψέ μὲν καὶ εἰς ὅλη ν ἑπταετη ρίδα διπλῆν, πρᾶγμα φιλοκρυφές ἀνέκαθεν ἐπί γῆς καὶ μηδέν ἣ ώς ἐλάχιστα πρὸς εμφανές άνθρώποις έκκείμενον άφ’ ου τὴν πρώτην ώλιγώθησαν ai ἀλήθειαι
[495] ἀπὸ τῶν υἱών τῶν ἀνθρώπων, ἀνέτειλε δ’ οὖν τò καταπαρρησιασάμενον αύτοῦ σκοτεινόν τοῦ ψεύδους νεφύδριον διασχοΰσα καὶ τὸ φῶς αυτῆς άστραπηβόλον έκρήξασα; Βραχύ δὲ καὶ ταύτη κατακολουθοΰσα δικαιοσύνη εξ ουρανού διέκυψε καὶ αὐτή, πάντως ή άνωθεν δικαὶα ψηφηφόρος τοῦ θείου Πνεύματος χάρις τὴν οίκουμενικήν τούτω ποιμεναρχίαν ὑπέρ τοὺς ἅλλους
[500] προσδικαιώσασα καὶ τὴν εύκληματοῦσαν ἅμπελον έκκλησίαν, τὴν έως θαλΑσσης καὶ ποταμών ἐκταθεϊσαν, τῷ της οικουμένης έπιδεδραγμένῳ πάσης αύχήματι καταλλήλως έπισκεψαμένη καὶ καταρτίσασα.
29.
Ναὶ μὲν γὰρ καὶ σέ τῶν αὐτῆς κλημάτων τὸ ύπερέκεινα βληθήναι ταύτης εξω καὶ ξηρανθῆναι τῇ ἀδικία πεφιλονείκηται, καθώς άμέλει καὶ τό
[505] μή μένον εν τή άμπέλῳ κλήμα καὶ ἀκαρποῦν. Ἀλλ’ ελαθεν ὅως ἑαυτὴν ή τοῦτο φιλονεικήσασα. Σύ γάρ καὶ τῆς αμπέλου μόνον άφέστηκας οὐκ ήν εξω βληθήναι κατὰ τὸ μή φέρον κλήμα καρπόν, καθαρθήναι μὲν οὖν όπόσα καὶ τὸ καρποφοροῦν, ίνα καὶ καρπόν φέρης πλείονα. Τοιγὰρ καὶ τὴν εις τριάκοντα καὶ έξήκοντα προτέραν καρποφορίαν παρείς, εις ἑκατὸν ἐπιδέδωκας
[510] καὶ ὁ Παράκλητος ἐλθών, τὸ πνεῦμα τῆς ἀληθείας, ὃν ὁ Πατήρ σοι τῶν φώτων ἐπικαταπεπόμφει χρίστην ιεραρχίας καὶ τελειοποιόν, εκεῖνος έμαρτύρησε περὶ σοῦ ὅπως τε καὶ πρὶν ή τῆς ὠδινησάσης γαστρὸς προελθεΐν φώς άφωρίσθης άπαστράψον παγκόσμια καὶ ὅπως έξ ἐκείνου καὶ νῦν εἰς τοῦτο τετήρησο. Οί δὲ σοι τῆς αἵγλης δριμύ καὶ σϐεστήριον καταπνεύσαντες
[515] ἀπαρκτιαι λελήθασιν επὶ κενοις τας γνάθους διαπεφυσηκοτες και τῆς βαρυπνοίας έψεύσθησαν.
485 Ps. 109,4 || 489-490 Gal 1,15 || 490 Ps. 109,4 || 492 Ps. 84,12 || 494-495 Ps. 11,2 || 497-498 Ps. 84,12 || 500 Os. 10,1 || 500-501 cf. Ps. 79,12 || 502 cf. Ps. 79,15-16 II 503-508 Ioh. 15,4-8 || 509 cf. Matth. 13,23 || 510 Ioh. 15,26 || 510-511 Iac. 1,17
484 ψυχορυπτῆρος M || 487 φθόνος τοῆτο M || 490 κριθείς S: λαχὼν M || 501 οικουμενικῆς M || 503 μὲν M: μὴν S γὰρ om. S || 506 τοῦτο S: τοῦ M σύ M : ὅ S || 508 καὶ post ἵνa om. S εἰς τὴν M || 512 ὠδινάσης S || 513 ἀπαστράπτον S || 515 άπρακτίαι M λεληλύθασιν M πεφυσηκότες M
30.
Καὶ νῦν εκεῖνο τοῦτο του καὶ ψυχῇ καὶ σαρκί τὸ θείον κάλλος έπαμφοτερίζοντος Ἰωσήφ έπόψιον ὁρῶμεν οὅκουν ένύπνιον, τὸ καλόν, σέ, δράγμα τῆς τά θεῖα πληθούσης αλωνος εκκλησίας καὶ τὸν φαιδρόν ὐστέρα τοῦ
[520] θειοτέρου στερεώματος βήματος τοῖς συνδράγμασι καὶ τοῖς συνάστρασι προσκυνούμενον. Καὶ τάχα που βελτίστη βασκανία εκείνη καὶ χάριν ἵσμεν μακράν, καθόσον είς τοῦτο εὐλείας τῷ διαφθονηθέντι σοι ξυμπεπέρασται, ώς καὶ νΰν σε πάντων ἀδελφών κατακυριεύειν τὰ ιεροπρεπή καὶ σιτοδοτεῖν αύτοῖς τὰ εξαίρετα, τòν κοσμοτρόφον στάχυν Χριστόν, τò τῆς άνηρότου
[525] χώρας παρθένου καινοπρεπές έκφόριον διανέμοντα. Θύομεν δὲ σοι καὶ τοῖς εσχάτοις έόρτια κατὰ ταύτὰ τοῖς Ἰώϐ, ότι τοι μᾶλλον ἣ τά πρόσθεν ηύλόγηται, πλὴν όσον έκεϊ μὲν ποίμνια τῷ άποϐαλόντι δεδιπλασίασται καὶ βουκόλια καὶ παίδες ἑκατέρας φύσεως έπιγεγονότες εις ταύτόν τοῖς άποβεβλημένοις ἠρίθμηνται, ενταῦθα δὲ τὰ λοΐσθα τῆς εύκληρίας ού θρεμμάτων έπίκτησις εἰς
[530] διπλοῦν, άλλ’ οὐδέ τέκνα τοῖς οίχομένοις ισάριθμα, οἱ αυτοί δὲ τῶν άπανταχοΰ γῆς ἀνθρώπων εσμοί κατὰ ταύτόν σοι καὶ άρχιποίμενι παγκόσμια ποίμνια καὶ πατριάρχη, τέκνα κρείττω καὶ ἀριθμοῦ καὶ όλως πάντη τοῖς κατὰ τὸν Αύσίτην άξύμϐλητα.
31.
Καὶ πείθομαί γε αὐτός καὶ μείζοσιν ἅθλοις τὰ γέρα πάντως
[535] έπιμετρηθήναι καὶ μείζονα. Καὶ δήλον οΐς καὶ Θεός ού διᾶ λαίλαπος ἁπλώς άχλυώδους καὶ νεφῶν χρηματίζει σοι γνοφερών, άλλ’ ὑπό φωτοϐρύτῳ νεφέλη πνεύματος συμφυοῦς τῶν ἱεραρχικών σοι καθηκόντων τελεστικοῦ. Ἡλίκα σοι καὶ τὰ τοῦ χρηματισμοΰ πρὸς πεΰσιν ρητὰ οἵει με ἅλλως κεχρηματικέναι σοι ή ἵνα άναφανῇς δίκαιος·οὐκ εϊσπραξις γάρ τις ἀδικιών σοι τὸ πειρατήριον.
[540] Πόθεν; Ὧ μηδὲν ἀδικήματος, μηδ’ ὅσον γοῦν καὶ μόνον φαντάσασθαι παρακέκυφεν εἰς ψυχήν, ἀλλὰ τοὐναντίον ἅπαν δικαιότητος εκφανσις τῷ παρά σοι πολλῷ μαρτυροῦσα καρτερογνώμονι. Ἀτὰρ ἐν μακαριστοῖς αὐτός ἐκείνο τίθεμαι πῦρ ό τηλικαύτην άναψυχήν τώ καταφλεγεῖ ταμιεύεται. Σπένδομαι καὶ μακροῖς ἐκείνοις άγώσιν, ἃν ταύτην γερωδοτοῖεν επί τέλει τοῖς άθληταῖς καὶ
[545] σφᾶς τηλίκοις λαμπροῖς στεφάνοις ἀμείϐοιντο ὡς εὖγε καλοῖς ἐκείνοις παθήμασιν, εἰ οὕτω τὸν πεπονθότα δοξάζουσι.
32.
Τòν ἴσον τρόπον δεδόξασται πολύ πρότερον καὶ ό δι’ ἡμᾶς πολνπαθὴς Ἰησοῦς·ἔχομεν ἐκεῖνα καὶ περί τούτου πρὸς τῶν εὐαγγελίων άκούσαντες. Οὐχὶ ταῦτα ἕδει παθεῖν τὸν Χριστόν καὶ εἰσελθεῖν είς τὴν δόξαν
[550] αύτοΰ; Οΰτω καὶ αὐτός ἀμφότερα καὶ συμπάσχεις καὶ συνδοξάζη Χριστώ καὶ οί παραπλησίως θνήσκεις μέν, άνίστασαι δέ. Καὶ παρὰ τούτο Γαλιλαίας ὅρος, τὴν τώ μεγαλείῳ τῆς ίεροδοξίας ύψηλήν έκκλησίαν, έμφανίζη τοῖς πρὶν μὲν φίλοις, τὸ δ’ έξ εκείνου μύσταις καὶ άποστόλοις ὑπό σοι λοιπόν καὶ χειροτονοῦντι καὶ μυοΰντι καὶ άποστέλλοντι πορευομένοις μαθητεύειν
[555] άπανταχή καὶ πᾶσαν ταύτη διακεκρουμένοις τὴν γήν. Ἐπί δή τούτοις δέδοται καὶ σοι εξουσία τὸ μέρος εν οὐρανώ τε καὶ έπὶ γῆς, οίς είς ταύτόν σοι γλώσσης δεσμοί τε καὶ λύσεις καὶ γῇ καὶ ούρανοῖς ἐνεξουσιάζουσιν οί δὲ σε χρόνιον ἰδόντες καὶ πολυήμερον, ού τριήμερον έμπεφανισμένον αύτοϊς, ἅσμενοι προσκυνοῦσι καὶ θαυμάζουσιν, ού διστάζουσι, καὶ τὸν οὕτω τοις κατά
[560] σε τελουμένοις ένευδοκοῦτα δοξάζουσι.
518-521 cf. Gen. 37,6-9 || 523-524 cf. Gen. 42,25 || 524-525 Joseph Hymn. can. Akath. Hymn. = 248,17-19 Christ-Paranikas cf. Gen. 42,25 || 525-526 lob. 42,12 || 527-529 cf. lob. 42,10 || 535-536 Iob. 38,1 || 536 cf. Matth. 17,5 || 549-550 Luc. 24,26
522 σοι S: μοι M συμπεπέρασται M || 526 ταύτόν S || 531 άρχιποίμενι Sac Mac: άρχιποίμενα Ssl Msl || 535 Θεός ού διaά Ssl || 537 ἱεραρχικών Mpc ἱεραρχιτικών Mac ἱερατικῶν Spc || 538 πεῦσιν M: πᾶσι S || 544 ταύτῃ M || 548 εὐαγγελίων M: ἀγγέλων S || 551 δὲ om. M
33.
Πλήν σοὶ καὶ μετὰ ταυτηνὶ τῆς αδίκου νεκρώσεως εξανάστασιν, ου πάντη πάντως πρὸς τὴν τοῦ Σωτήρος ἀπεμφαίνει τὰ παρακολουθήσαντα. Κατὰ γάρ τοι τακτούς τινας έμφανισμούς τοῖς φίλοις καὶ αὐτὸς έπιστὰς φθάνεις μὲν διττὴν έκείνην ἐπιστασίαν τούτοις πεποιημένος έπ’ άμφοτέροις προτέροις
[565] ίεροκλεέσι βαθμοῖς, τοῦτο δὲ ήδη καὶ τρίτον έφανερώθης αὐτοῖς. Αλλά σοι καὶ ό λοϊσθος έμφανισμός ούτος ἐν έτέρα μορφή σεμνοτέρα μὲν καὶ άλλως πολλῷ τῷ περιόντι τῆς πρὶν όπόσω καὶ μέγας ἱεραρχίας καὶ ύπερύψηλος οὐρανὸς ἀέρος προσγειοτέρου λευιτικής ἀξίας ἀνώτερος, έπί μᾶλλον δὲ τοι καὶ τὴν πολλαχή τοῦ ίεροστόλου σχήματος φερομένην σταυροφορίαν, σαφές
[570] τε τῆς Ἰησοΰ ἐγέρσεως χαρακτήρισμα καὶ κατὰ θανάτου τρόπαιον έκνι-κήματος. Πλήν ούχ ώς άμέλει που καὶ Παύλφ δοκεΐ τὴν καινοπρεπή ταύτην καταμερίζεις φανέρωσιν, πρώτα δηλαδή Κηφᾶ καὶ εἶτα τοῖς δώδεκα καὶ αὖ πάλιν τοῖς έβδομήκοντα, άθρουν δ’ εφάπαξ ἐπάνω, φησί, πεντακοσίοις προὖ-πτος ἐφίστασαι άδελφοϊς, οἳ τὸ πῦν έκκορυφοΰντες θεοσχοίνιστον κλήρωμα,
[575] τὴν ἐκκλησίαν πληροῦσιν εις τοῦτο θεσμοῖς ἀρχαιοις ἀναϐαινοντες ἀριθμοῦ.
34.
Τὸ δ’ άπ’ εκείνου καὶ θαμίζων μὲν ἑκάστης αύτοῖς όπτάνη καὶ « δεῦτε », φθεγγόμενος, «ἀριστῆςατε», κλών δὲ κατὰ θεσμούς ιεραρχικούς τὸν ψυχοτρόφον άρτον καὶ καρδιών ανθρώπων στηρικτικόν, έπιτεμαχίζων τε τούτοις καὶ λεπτοποιών καὶ τούψάριον, τὸν τῆς παρά σοι θαλάττης ἀπλέτου
[580] σοφίας ἀπότροφον ίχθύν, τὸν έναυδον καὶ λαλήεντα, τὸν ήδύν φαγέσθαι δι-δασκαλικόν λόγον ταΐς καλαΐς δαιτυμόνων ψυχαῖς, έπὶ μᾶλλον μὲν τή οὐρανοφλεγεΐ τοῦ θείου καὶ πνευματικωτέρου πυρός ἐξωπτημένον ἀνθρακιᾷ, μή μετρίως δὲ καὶ τή προσγειοτέρα τῆς πυριμενοῦς ἐσχάρα διωμιληκότα ρητορικής κάντεῦθέν τι καὶ νοστιμωτέρας ὀπτῆςεως προσμαξάμενον
551-555 cf. Matth. 28,16-17; 28,19 || 555-556 Matth. 28,18 || 557 cf. Mar. 7,35 || 558-559 Matth. 28,17 || 565 Ioh. 21,14 || 572-574 1 Co. 15,5-6 || 576 cf. Act. 1,3 || 576-577 Ioh. 21,12 || 577-578 cf. Matth. 26,26; Mar. 14,22; Luc. 22,19 || 578 cf. Ps. 103,15 || 578-579 cf. Ioh. 21,13 || 582 cf. Ioh. 21,9
553 σου S || 555 διακληρουμένοις M || 556 σοι καὶ S || 557 γλώπτης M || 558 σε M: γέ S || 559 δυστάζουσι M || 562 άμπεμφαίνει M || 563 τοι om. M || 568 τοι S: τι M || 569 τὴν S: τὸν M τὴν...φερομένην σταυροφορίαν: anacoluthon S M || 572 τοις post δηλαδή add. S Κηφᾶ om. S in lac. || 573 ἐπάνω om. M || 575 τῆς ἐκκλησίας M || 579 τοῦτον S λεπτοιῶν M || 580 ἅναυδον M || 581 καλαϊς δαιτυμόνων S: καλαισιδαιτυμόσι M || 582 άνθρακιᾷ Ssl πυρκαϊᾷ Sac
585 οποδαπούς εις δεῦρο πλείστους ὅσους καὶ ἅλλους τὸ τῆς εκκλησιαστικής ιερᾶς άλιάδος ίχθυοβόλον θαλαττουργὸν ἐζημίωται έν εκείνη τή νυκτί του ταῖς σαῖς μαρμαρυγαῖς έπισκοτῆςαντος αδικήματος τηλίκον μηδέν πιάσαντες μηδαμώς, καν εἰ καὶ πρωίας ήδη γενομένης, τῆς ύψόθεν ἡμεροφαοῦς έπαυγασάσης καὶ άπαιθριασάσης σοι χάριτος, τὸ τῆς μακράς άθηρίας εκείνης
590 ες πολλαπλουν απεπλησαν ἕλλειμμα. Ώς γαρ εις δεξιὰ ραλοντες, τὴν κατὰ σε βελτίω καὶ άγαθήν μερίδα τοῦ πλοίου, συχνήν τε ήδη πρὸ τοῦ χθές που καὶ τρίτην κατηχητικήν συνέκλεισαν ἅγραν καὶ είσέπειτα λοιπόν άφθονωτέραν συγκλείσουσι.
35.
[595] Τοῦτον γὺρ θεόφθογγον κατηχητικόν ἀποσαλπίσας ἕχεις έν νεομηνία
σάλπιγγι έν εύσήμφ ἡμέρα, κατὰ καιρόν ἅμα καὶ ἀμφοῖν πανηγύρεσιν έπαλαλάξας τὸν σαλπισμόν, καθότι καὶ όσα μὲν εὕσημον ήμέραν έόρτιον τὴν ἐνεστηκυϊαν ἥγομεν έθάδα τεσσαρακοντάδα τοῦ ίλασμοῦ, όσα δὲ καὶ νεομηνίαν τὴν σήν εν ὐποστολική καινότητι ζωής πολιτείαν καὶ δεξιᾶς Ὑψίστου ἀλλοίωσιν. Οίς ἅρα καὶ σοι κατὰ τὰς παρ’ έκάστην σεληναίας
[600] αποκαταστασιν αρτιφαεις νουμηνιας μέχρι μεν τινος επηρεία φθόνου τὸ περιλάμπον σε φώς τῆς ιερᾶς έπιτιμίας έκλέλειπτό τε πάντη καὶ άποτέθειτο, ἐσαΰθις δὲ μή όπως παρὰ τὴν ἵσην αἵγλην καὶ τὸ πρότερον μικρόφως έπανιών, άλλὰ καὶ πλησιφαέστερος οίος έναστράψας ήμΐν, τὴν έπί τὰ κοσμοφαή ταΰτα σέλα τῆς ιεραρχίας έπάνοδον ἅλλην ήμῖν εθου νουμηνίαν είς πανηγυρισμόν.
[605] Ἐγώ δ’ ἐκείνο περίκομμα τῆς ψαλμικής έπιπεπορευμένος ᾠδῆς καὶ τὴν έν νεομηνία τῆς σάλπιγγος λαλαγήν εύρίσκων έχόμενά που μαρτύριον πρὸς Θεοῦ τεθεϊσθαι τώ Ἰωσήφ έν τω έξελθεῖν αυτόν ἐκ γῆς Αιγύπτου, κάπί σε μετάγω τὸ θεσπιώδημα. Μαρτυρεῖ γάρ σοι καὶ ή τοῦ κατηχητηρίου σάλπιγξ εκείνη καινοτέραν τὴν εξοδον ώς άπ’ Αιγύπτου, τῆς πρὶν κατανεφέλου καὶ
[610] σκοτοποιοΰ σκυθρωπότητος έπαχλύειν ἀεί φιλούσης βαθύ καὶ τοῖς ἕνδον τῶν στυγναζόντων καὶ τοῖς ἐκτός.
36.
Ὢ σάλπιγγος ταύτης μιᾶς τὰς έν νόμω καὶ σκιᾷ διττὰς ύπερφωνησάσης ἀργυρᾶς έλατὰς έκ μακροῦ καὶ αὐτῆς μηδέν μείον ή κατ’ έκείνας έληλαμένης θέρμη μὲν πόθου περὶ τὴν λογικήν παιδείαν ὑπερκαεῖ,
[615] καματων δε πυκνῶν σφυρηλασία και πόνων και καρτερίας υπερφυους και φερεμοχθίας άκμονι στιβαρῷ ! Ὢ σάλπιγγος ύψιφώνου καὶ τῆς ύστάτης δίκην άνοικτρίας μνημάτων καὶ τεθνεώτων έγερτικής, τὸ ὑπέρ μακρᾶς ές λόγους αμελείας νεκρούμενον καὶ ώς έν τάφῳ καθεΰδόν μοι τῆς ψυχής άφυπνισάσης τε καὶ ζωὸν ἐξεργασαμένης καὶ εμϐιον ! Ό ούν ὅχλος ό έστώς καὶ ἀκούσας,
[620] φησί που περὶ τοῦ Σωτήρος τὰ ευαγγέλια, ελεγον βροντὴν γεγονέναι, άλλοι ελχγον μετὰ καὶ βραχέος τοῦ παραλλάξ, ἅγγελος ήμῖν λελάληκε. Τώ γὰρ ὅντι οὐδέ τοῖς άνθρώποις πρὸς εθους ήν τὰ ρητά, οὐδ’ όποῖά ποτε γεώδους πρόεισι χείλους, άλλ’ οἷα διηγεΐσθαι μὲν στομουμένους πως καὶ εις φωνήν ἀπερ-ρυθμισμένους τοὺς οὐρανούς παράγει Δαυίδ, λαλεῖν δὲ καὶ γλώσσας άγγέλχων,
[625] ήλίκας δήπουθεν οίητέον καὶ ταύτας, Παῦλος τρανότερον ἐκμυεΐ. Καὶ τί μοι τὰ τοιαΰτα σεμνολογεΐσθαι καὶ μεγαληγορεΐν, φθεγγομένοις τε ούρανοΐς καὶ άγγέλοις παρεξετάζειν τὰ ρήματα; Αὐτόν ήμΐν προσλαλήσαντα τὸν ούρανοΰ καὶ ἀγγέλων κτίστην ή ἀπό χειλέων ἀπαγγελία καὶ τὸ τῆς ομιλίας αύτόγλωττον παρεστῆςατο. Κάκεῖνον γὰρ έν εύαγγελίοις άνοίγειν ώς τὰ
[630] πολλὰ τὸ στόμα καὶ διδάσκειν εύρίσκομεν καὶ πάντας άποθαυμάζειν έπί τοῖς λόγοις, φησί, τῆς χάριτος τοῖς έκπορευομένοις έκ τοῦ στόματος αὐτοῦ.
586 cf. Ioh. 21,3 || 588. Ioh. 21,4 || 590-592 cf. Ioh. 21,6 || 594-595 Ps. 80,4 || 598 Rom. 6,4 || 598-599 Ps. 76,11 || 605-606 cf. Ps. 80,4 || 607 Ps. 80,6 || 608-610 cf. Ex. 19,16 || 612 cf. Num. 10,2 || 612-613 cf. Hb. 10,1 || 616-617 cf. 1 Co. 15,52
585 καὶ post πλείστους add. M || 586 θαλατουργόν M || 589 καὶ post χάριτος add. M εὐθηρίας S || 590 άνέπλησαν M έλειμμα M || 592 κατηχητικοῦ M || 595 πανηγύρεως M || 597 έθάδα S: ένθάδε M δὲ om. S || 599 σεληναίας Spc: σεληναίαν Sac || 601 έπιτομίας M || 603 σκοφαῆ M || 605 παράκομμα S έπιπεπορευμένος Ssl: έπιπορευμένος Sac M έν om. S || 606 νεομηνίαν S || 612 σκιαῖς M || 616 ἀλκόμονι M || 617 εὐεργετικῆς M
37.
Καὶ μή ποτε νηστείαν ήμῖν αγιάζων, ώς τὸ παράγγελμα, προσάγουσαν ήδη καὶ άγχιθυροῦσαν τηνικάδε καιροΰ, έπὶ νοῦν δὲ βαλλόμενος μή οὐκ έπ’ άρτφ μόνφ ζήσεσθαι άνθρωπον, άλλ’ έν παντὶ ρήματι διά στόματος
[635] έκπορευομένφ Θεοῦ, παρὰ τοῦτο τὸν ενθεον ὅντως ἀποστοματισμόν ἐπιτετήδευκας καὶ τὴν διὰ γλώττης προσλαλιὰν εἰς ἐπαρκές ταυτὶ προαποτιθείς, ών έγκρατώς έκσιτησόμεθα νηστεύοντες καὶ ζησόμεθα μὲν ούν. Καὶ άλλως γὰρ ξυνειδώς τὸ τῆς ἐγκρατείας ύπόσκληρον τοῖς αὐτὴν δυσχεραίνουσιν επιεικώς έμπικραίνεσθαι, προμηθὼς τῷ αύθομιλήτω τῆς
[640] διδασκαλίας καὶ αύτολέκτω συμπιέσας τὰ κηρίον ἀποστάζοντα χείλη τοῦ παντὸς κατηχητηρίου τὸ τούτων ήδυεπές καὶ μελίγηρυ κατεσκέδασας, ούχ ὅπως τὸ πικράζον τοῦ τῆς νηστείας άψινθιώντος εἵς γε προσιτόν κατακεραννύς, άλλὰ καὶ τοὐναντίον ἅπαν καταγλυκάζων αὐτὸ καὶ μετασκευάζων εις τὸ μελίχυμον, ώς εγωγε καὶ τὸ άπ’ εκείνου καταμελιτωθείς ήσθημαι καὶ
[645] ἔφαγον είς δεΰρο ἅρτον μου μετά μέλιτός μου τή έν ᾄσμασι νύμφη συνανακεκλιμένος όμόδειπνος καὶ ὅλως είς πλήρες γέμων τοῦ τῆς φωνής γλυκασμοΰ. ῎Ω φωνή Κυρίου έν μεγαλοπρεπείᾳ. ῎Ω φωνή Κυρίου καταρτιζομένη έλάφους, τὰς περὶ τὴν σήν πηγαίαν εὕυδρον σοφίαν καὶ γλυκυχεύμονα πολυδιψίους καὶ δραμεῖν ὀξείας ψυχάς, εύκαὶρος τή νηστεία καὶ καταλλήλως
[650] ἐπιποθεῖν κατηρτισμένας ἐπί τὰς τῶν ὑδάτων πηγὰς καὶ τῇ τῶν κατηχητικῶν ῥημάτων άμηχάνω χάριτι καὶ πειθοΐ συνηναγκασμένας ὑπέρ τὴν οἵνου χρήσιν ἀσμένως τίθεσθαι τὸ ὑδροποτεΐν. Ω φωνή Κυρίου ἀποκαλ.ύπτουσα καὶ δρυμούς, τοὺς άμφιλαφεΐς τῆς ύλομανούσης τρυφής καὶ τῆς ήδυπαθείας ξυλόχους, τὰ τῶν παθών μὲν εἰς νῦν, τοῦ τῆς γεέννης δὲ πυρός παρὰ τὸ μέλλον
[655] έξάμματα, ὧν, έμοὶ δοκεΐ, οὐκ ἅλλο τι πάντως ή ἀποκάλυψις ἣ σαφής μόνον ἕλεγχος τοῖς ἅρτι τὸ τῆς νηστείας είσιοῦσι παγκράτιον καὶ παραδειγματισμός εἰς ὑποδοχή ν μή καὶ λάθοιεν θήραμα πεσόντες καὶ βρώμα τοῦ τοῖς λοχμώδεσι σφών καὶ ταΐς συνηρεφείαις έμφωλοΰντος ἀεί φιλάρπαγος λέοντος καὶ ταύτη έν ἀποκρύφω μὲν ἐνεδρεύοντος, ζητοῦντος δὲ καὶ τίνα καταπίη λαθών καὶ
[660] λαφύξας ἅρδην ψυχήν.
619-621 Ioh. 12,29 || 623-624 cf. Ps. 18,2 || 624 1 Co. 13,1 || 630-631 Luc. 4,22 || 632 Ioel 2,15 || 633-635 Deut. 8,3 ; Luc. 4,4 || 640 Cant. 4,11 || 645 Cant. 5,1 || 647-648 Ps. 28,4; 28,9 || 649-650 cf. Ps. 41,2-3 || 652-653 Ps. 28,9
619 ζωήν S || 622 τοῖς S: τῶν M || 625 τρανότερον M; σεμνότερον S || 627 συνεξετάζειν M || 627 τὸν M: τοῦ S || 628 κτίσιν M || 631 τῆς M: τοις S || 632 προάγουσαν S || 633 ήδη om. S || 636 προλαλιάν S || 642 γέ om. M || 644 ἅπαν post καταμελιτωθείς add. S || 646 ὅλος M || 651 χάριτι S; ῥήματι M || 652 τῷ S
38.
Οὕτως ἡδύνθη σοι πάσαις ἀκοαῖς ἡ διαλογὴ ὡς καὶ τὸ τῆς ἐγκρατείας ἀπεσκληκὸς καὶ ὑπόστρυφνον ταῖς ἐκείθεν χάρισιν ἀποκρύψαι καὶ τοὺς ὡς ἐγὼ περί τοῦτο μικροψύχους παραμυθήσασθαι τοῦ λοιποΰ καὶ τὰς ἑαυτῶν σιμβλοποιησαμένους ψυχὰς καὶ μελιλόγους ένταμιευσαμένους ἐκείνους καλόν
[665] ἐντρύφημα τιθαιϐωσσόμενον καὶ εἰσέπειτα. Τῷ γὰρ ὄντι οὐδὲ μετά τῆς αὐτῆς ἃν εἷχον τῷ ἀκροατηρίῷ ὑπαντιάζειν ἡδυφραδείας καὶ χάριτος ὄ τε τοῦ θεσπεσίου λόγου προφήτης γεννήτωρ καὶ ὁ τούτου παρεισηγμένος ὑποφήτης ἀπαγγελεύς, ἀλλ’ οὐδ’ ἡ ταΐς πρώταις αὐτοΰ προόδοις έκ τῆς τεκούσης ψυχῆς ὑπηρετησαμένη γλῶσσα, σοφὴ καὶ γνήσιος μαιευτρὶς καὶ ἡ μετ’ ἐκείνην
[670] ἕξωθεν ἕπηλυς ὑποδρῶσα ταύτη διάκονος. Ἐκείνη γὰρ μᾶλλον ἢ κατ’ αὐτὴν καὶ σπαργανοῦν ᾔδει τεχνηέντως καὶ διαπλάττειν τὴν ἀρίστην πλάσιν τὸ κύημα καὶ τῆς γειναμένης μητρὸς ἀξίως βρεφοκομεῖν καὶ νήπιον ἄλλο ψαλμικὸν καθιστᾶν ταῖς ἱλαστηρίοις ἐγγιζούσαις τῶν νηστειῶν ἡμέραις τὸν αἶνον καταρτιζόμενον. Ἐχρῆν γὰρ τὸ τῆς παρά σοι κατ’ ἐνδιάθετον ἀβυσσοτόκου
[675] δεχάδος ἀποϐλύσαν ὕδωρ ζῶν καὶ ἀλλόμενον αὐτὸν ἡμῖν τὸν κατὰ προφορὰν τοῦ φθέγματος ὀχετὸν ἐξυδραγωγῆσαί σοι φάρυγγα τὸν ᾀσματικὸν γλυκασμὸν καὶ ὅλον ἐπιθυμίαν, ἵν’ οὕτως ὁμιλῆσαν ὁλκῷ γλυκάζοντι τὸ ῥεῦμα τοῦ λόγου καὶ τή διεξόδφ τὴν αύτοῦ χρησιμοχυμίαν ἐκμεμαγμένον καὶ τῆς ἐκεῖθεν ἡδύτητος μετασχὸν γλυκίον πάντως εἰσκρίνοιτο καὶ τοῖς ἀκοὰς ὑποτιθεΐσι
[680] καὶ θυμηρέστερον καὶ ποτίζοιτο τούτοις χειμάρρους ἅλλος τρυφῆς.
39.
῎Ω πόσα με πρὸς τὸν τοῦ κατηχητικοῦ πολυχαρίτωτον ἀπογλωττισμὸν ἐκ τῆς ᾀσμάτων βίϐλου εἰσδύεται τὰ κατάλληλα ! ’Eντεῦθεν γὰρ εὑρίσκω καὶ σπαρτίον κόκκινον χείλη σου, ὁπόσα μὲν τι κοκκόχρουν βάμμα τὴν ζῶσαν ἐξ αὐτολεξίας προϐεϐλημένα φωνήν, ἐρύθημα γὰρ τοῖς ἐμϐίοις, εἰ καὶ τι ἄλλο,
[685] μάρτυς τοῦ ζῆν, ὁπόσα δὲ καὶ σπαρτίον τὸν αλυτον καὶ ἀκοής όμοΰ πάσης καὶ καρδίας δεσμὸν καὶ τὸν εἰς πόθον τῆς φθεγγομένης γλώττης άμήχανον έλκυσμόν. Ἐντεῦθέν σε καὶ ήδη μὲν δείξαντα χρονίαν τή νύμφη εκκλησία τὴν όψιν σου μακρὰν κρυϐεῖσαν κατανοῶ, τηνικαῦτα δὲ ἀλλ’ ἐξ ἀκολούθου ταύτη καὶ άκουτίσαντα τὴν φωνήν σου τῷ αύτοφθέγκτω τοῦ κατηχητικοῦ.
[690] ’Eντεῦθεν ἔργοις πιστοῦμαι καὶ ὅπως παρῆλθε μὲν ὁ χειμὼν ὁ βαρὺς ἐπαιγίσας καὶ δριμύς έπισπιλάσας σοι ἅδικος, τὸ βαθύ καὶ πολύστυγνον κατηφές, ἡ τῆς ἱεροπρεποῦς εὐχροίας ἀπανθησία, τὸ τῆς ἑλκτικής ψυχῶν φδής ἐποσίγημα’ ό ύετός ἀπήλθε, τά ἐπικαταρραγέντα, πείθομαι καὶ τοῦτο, πικρά σοι διὰ τὴν παρευδοκίμησιν δάκρυα, ὧν καὶ Θεὸς ἐν ἴσῳ τοῖς τοῦ Δαυὶδ οὐ παρεσιώπησεν,
[695] ὅπως δὲ καὶ μετὰ τούτον χειμῶνα τὸ τῶν πραγμάτων ἐνεαρίζει σοι καθεστώς· κάντεῦθεν καὶ φωνή σου τοῦ τρυγόνος ὴκούσθη ὑπ’ αὐτοχείλω μολπή καὶ αὐτοκελάδω μελίσματι κατὰ ταύτὰ τῷ παλαιτέρῳ τρυγόνι, τῇ τοῦ φαιδροῦ κατὰ Χριστόν ἕαρος προδρόμῳ φωνῇ, τὰς ἐρήμους μὲν ἐκλιπόντος, ἃς δήπουθεν κριτὸς ἀκριτί καὶ ἀδικώτατα κατεψήφισο, ἐπιστάντος δὲ πόλει ταύτῃ Θεοῦ
[700] ἐνστάσης ἐπικαὶρως ἅρτι καὶ σοι τῆς ἡμέρας τῆς ἀναδείξεως πρὸς τὸν καθ’ ἡμᾶς Ἰσραήλ.
658-660 cf. Ps. 7,3 16,12 || 661 Ps. 103,4 || 665 Hom. Od. 13,106 || 671 Greg. Naz. Or. 43,11 = PG 36, 509A || 672-674 cf. Ps. 8,3 || 675 Ioh. 4,11 ; 4,14 || 676-677 Cant. 5,16 || 683 Cant. 4,3 6,7 || 687-689 cf. Cant. 2,14
655 δοκεῖν M || 657 ὑποφυγὴν M || 658 λογμώδεσι M || 662 ὑπόστυρφνον M || 663 τοῦτο S: τοῦ M || 665 τιθαιϐωσσόμενος M || 673 ἱλαρεστέροις S || 674 γὰρ om. M || 678 χρηστοχυμίαν M ἐκμεγμένον M || 685 σπάρτον S τὸν om. S || 688 μακρὰ M ἀλλ’ om. S || 690 ὁ post χειμὼν om. M
40.
‘H γάρ σε καὶ ἄλλως κάλλιστον οἶκον αὖ πάλιν οἰκοδομήσασα ἑαυτῇ βασιλὶς καλὴ παρθένος σοφία καὶ στύλων ἐπτάδι, τοῖς ἰσαρίθμοῖς πνευματικοῖς χαρίσμασιν, ὑπερείσασα καὶ βασίλειον ἐαυτῆς τιθεῖσα
[705] φερωνυμοῦν καὶ ἀνάκτορον, ἔσφαξε μὲν ἡμῖν ἀσφαγῶς καὶ ἀχράντως αἵματι καὶ ἀθύτως τὰ τῇ νηστίμφ τραπέζη πρέποντα θύματα καὶ έκέρασεν νηφάλιον είς κρατήρα καὶ προσήκον τηλίκῳ δείπνῳ ποτόν, ἀπέστειλε δὲ καὶ τῶν τινα δούλων αὐτῆς τοὺς εὐωχησομένους τε μετὰ ὑψηλοῦ κηρύγματος συγκαλέσοντα καὶ τὸ συσσίτιον αὐτοῖς ἑτοιμάσοντα. Κἀπειδήὴ μηδαμῶς ἀξιόφθογγος ὁ
[710] κλήτωρ εκείνος, μηδ’ αὐτάρκης τὰ εἰς κεκραγμόν τῷ κηρύγματι, αὐτή θαύμα καινόν ή σοφία τὸν κήρυκα μή άναδΰσα, μήδ’ έν άναξίω θεμένη, μήδ’ άποκνήσασα, τὸ λειτούργημά οί θᾶττον περαίνει καὶ τὴν ήχήν άπολαμπρύνει καὶ άνυψοΐ. Τὴν γὰρ έπὶ χρόνον, ύπόσυχνον, έν άπροΐτω σοι θαλάμω ψυχής οίκουρίαν άπολιποΰσα βραχύ, τὴν τῶν σῶν ιερών χειλέων, πώς ἃν καὶ φαίην
[715] σεμνῶς, παραναζυγοῖ διθυρίδα κἀκεῖθεν ἡμῖν εἰς ἐμφανὲς ἐκκύπτουσα ὡσεὶ ὄρθρος τῆς τοῦ Σολομῶντος ᾀσματικῆς, ὑψηλῶς τε καὶ γλαφυρῶς τὸ κήρυγμα διατίθησι καὶ τὸ δειπνοποιηθὲν ἅπαν θῦμα καὶ κρᾶμα τοῖς κεκλημένοις προτίθησι αὐτή τε πάντα μόνη τελοῦσα, τραπεζοκόμος, δαιταλουργός, ἑστιάτωρ, δειπνοκλήτωρ, κήρυξ πάντα συγκαλών τὸν άνακεισόμενον εἰς
[720] ἐστίασιν καὶ τὰ λειτουργούντων καὶ λατρευόντων ὁ δεσπότης ἀποπληρῶν θείοις καὶ τοῦτο ζήλοις καὶ χριστομιμήτοις ἐπιϐολαῖς.
41.
Καὶ Ἰησοῦν γάρ τοι Κύριον καὶ διδάσκαλον ἐφώνουν σεμνωνυμοῦν-τες οἱ μαθηταί, άλλ’ εκεῖνος ἦν, φησίν, όμως έν μέσω τούτων ὡς ό διακονων. Οΰτω σοι κάλαμος ή γλώσσα γραμματέως όξυγράφουΧριστοῦ τοῦ μόνου τῶν
[725] ἁπάντων σοφοῦ καὶ διδάσκοντος ἄνθρωπον γνῶσιν καὶ παντὸς ἀγαθοῦ τύπους πλαξὶν ἐγγράφοντος καρδιῶν, κἂν εἰ καὶ Φαρισαῖοι καὶ ἀληθῶς ψευδεπίγραφοι ἐκεῖνοι Γραμματεῖς ἀπαρέσκοιντο, «πόθεν οὗτος», θρασυστομοῦντες, «οἶδε γράμματα μὴ μεμαθηκώς» οὗ δή σοι κάλαμος ἡ γλῶσσα καλλιγραφεύς, τὰ ὑπ’ αὐτῆς μυσταγωγουμένων ὀνόματα βίβλῳ ζωῆς καὶ δέλτοις οὐρανίοις
[730] ἐνσημαινόμενος.
694 cf. Ps. 38,13 || 696 Cant. 2,12 || 702-709 cf. Prov. 9,1-3 || 703-704 cf. Is. 11,2-3 || 715-716 Cant. 6,10 || 723 Luc. 22,27 || 724 Ps. 44,2 || 725 Ps. 93,10 || 726 2 Co. 3,3
692 εύχεροίας M || 698 ἕαρος S: ἀέρος M ἀπολιπόντος M || 702 Ή γάρ σε M: εἰ γάρ σοι S || 705 αῖμασι Μ || 708 καὶ post εὐωχησομένους add. Μ || 709 μηδαμοῦ Μ || 710 τὰ om. Μ || 712 ἠχὴν Μ: εὐχὴν S || 713 ὑπὸ χρόνον S θαλάμου Μ || 715 θυρίδα Μ || 716 τοῦ om. S τε om. M || 718 τέ Spc: τά Sac | 720 ό om. S || 723 φοιτηταί S || 724 γραμματέον Μ || 726 εἰ S: οἱ Μ
42.
’Aλλὰ γὰρ τίς ἐστιν ἄνθρωπος ὅδ’ ἐγώ, καλλίστευμα πατριαρχῶν ἐνθεώτατον, ὅτι μιμνήσκῃ αὐτοῦ Πόθεν ἐπὶ τὸν ὑψηλόν σοι τηνικάδε καὶ οὐράνιον νοῦν ὁ καὶ λόγον καὶ νοῦν καὶ τύχην καὶ ὅλως ἄπαν τοὐμὸν ταπεινὸς ἐγὼ καὶ χαμαίζηλος ἀναϐέϐηκα; ‘Hνίκα πᾶσαι μὲν αἱ τοῦ νεωτέρου παρεμϐολαί
[735] Ἰσραὴλ ἀγηγερμέναι παρὰ τὴν κατά σε τοῦ μαρτυρίου ταύτην σκηνὴν ἐν μετεώρῳ καὶ καρδίας εἶχον καὶ ἀκοὰς τῆς τοῦ κατηχητηρίου σοι σάλπιγγος ὀρθριαζούσης ἀκουσόμεναι τὰ ἐπίκαιρα, μόνος δὲ ἢ καὶ σὺν ὀλίγοις αὐτὸς ὀψίζων οὐκ είχον ἔτι τὸ πάγκοινον πληροῦν ὁμακόϊον, ἀλλὰ κἀμοῦ μὲν ὄντως ἔχεις μνησθείς. Πολὺ δὲ πρότερον ἐμνήσθης ἐλέους οὗπέρ μοι μακρὸς ἀφ’
[740] οὗ χρόνος ὑπὲρ τοὺς πολλοὺς ἐπιδεδαψίλευκας τοσοῦτον, ὡς καὶ ποτε παρευδοκιμουμένω έπιστυγνάσαι καὶ τὴν Θεοῦ σπλάγχνοις ὁμόζηλον καρδίαν παθήνασθαι καὶ καταστενάξαι μὲν καὶ τοῦ σχεδόν τι βρεφόθεν μοι προσκεκληρωμένου κακοπραγοῦς, οὐχ ἧττον δὲ καὶ τῆς ἐς βαθὺ τοῦ τηνικάδε καιροῦ κατακεχυμένης ἀχλύος καὶ τὰ πάντα σκοτεινὰ τιθείσης καὶ ἀδιάκριτα.
[745] Ὅμως ἐμοί καὶ τὸ μόνον γοῦν ἐς μνήμην ἀφῖχθαί σοι ἀντί παντὸς ἀποχρῶν καὶ ταὐτὸν ὡς εἰ καὶ Θεός ἢ τοῦ Νῶε μνησθείη κλυδαζομένου κατὰ τὴν κιϐωτόν ἢ τοῦ Δαυίδ καὶ τῆς, αὐτός φησιν, ἐκείνου πραότητος ἢ καὶ ἄλλου του δικαὶων, οὓς πολλαχῆ τῶν τῆς ἱερᾶς γραφῆς ἐδαφίων εἰς μνήμην ἄγων εὑρίσκεται.
43.
[750] Οὐχ ὅτι σοι κατηχοῦντι καὶ ἀκοῆς ἐμῆς ἔδει τὸ παράπαν πρὸς τὴν ἀκρόασιν. Τί γὰρ ὑψηλολογούσαις ἀγγέλων γλώσσαις καὶ φθεγγομέναις οὐράνια καὶ ταπειναῖς ἀκοαῖς ἀνθρώπων σχολῇ καὶ τῶν πρὸς ὦτα φωνὴν τρανούντων κλυούσαις καὶ δυσακούστοις καὶ περί τὰς ἐκ τοῦ σχεδὸν ἐρχομένας ἐμϐοήσεις αὐταῖς; Εἰ δὲ καὶ φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ
[755] τòν πάντα περιηχοῦσα γύρον τῆς γῆς καὶ πᾶσαν ἀκοήν καταπλήττουσα, πῶς ποτε σκώληκες ἀκούσονται καὶ οὐκ ἄνθρωποι, οὓς ἄρα τοσοῦτον λόγος ἀθέτως ἔχειν εἰς κτυποῦσαν βροντὴν καὶ μάλιστα τούτων ὅσοι νηματουργεῖν ἀγαθοὶ τò εὐγενές έκπτύοντες μήρυμα, ώς, εϊ ποτε καὶ τραχυτέρα τούτοις έπικαταρραγείη, πίπτοντες θνήσκειν καὶ άψυχεῖν; Ού δή κάμοί τὸ βαρυήκοον
[760] οὖς καὶ περὶ τὰ καλὰ τῶν ἀκουσμάτων ἀτεχνῶς ἐκκωφοῦν τοῖς κατηχητηρίοις φθόγγοις ἐς βραχεῖαν γοῦν αὐτοῦ κατακρότησιν ἀξιοπρεπές. Οὐδέ παρὰ τοῦτο τὴν τοῦ δούλου μνήμην ἀνακινεῖς ό δεσπότης, άξιον δὲ ἂλλως ἐξ ἀναξίου τίθης εἰς ἑαυτόν ἐπισπώμενος καὶ οἷς ἐκ τοῦ κόσμου με χριστομιμήτως ἐκλέγῃ σαυτῷ μαθητεύειν ἐθέλων καὶ εἰς τοὺς ὑπό σοι καθηγητῇ ταττομένους
[765] ἀπογράφων μύστας καὶ ὑπηρέτας τὸ ἱεροκηρυκτικòν ἀποστόλιον. ἄνδρα καὶ αὐτὸν ἀστατούσης θαλάσσης βίου πλωτῆρα, τρόπον ἄλλον ἢ κατὰ τοὐς Σίμωνας Πέτρους καὶ τοὺς Ἀνδρέας, τοὺς μακαριστοὺς ἀσπαλιευτάς, εἰς αὐτὴν τε καθιέντα πολυπλόκων ἀμφίϐληστρον μεριμνῶν καὶ δίκτυα φροντίδων πυκνορραφῆ καὶ τοῖς εἰσδεδυκόσι δυσδιεξίτητα καταρτίζοντα καὶ τούτοις οὐ
[770] μᾶλλόν τι ζωγροῦντα καὶ θήραν εϋοψον ὁμοΰ καὶ θαμινὴν περιϐάλλοντα ἢ ζωγρίαν αὐτόν κατεϐροχισμένον καὶ παντοδαπῶν ἀλυκτοπέδαις τυρϐασμάτων σαγηνευόμενον, κἂν εἴ ποτε καὶ κατὰ ταύτὰ έκείνοις τοις πρωτοκλήτοις δικτυεύσιν ές μαθητείαν Χριστῷ βουλοίμην τὸ τε σύμπλουν ἀπολιπεῖν, τά τε δίκτυα, καὶ ἀκολουθῆσαι καλοῦντί σοι, οὔμενουν τῇ βουλῇ ξυμϐατὴν
[775] πλουτοῦντα καὶ δύναμιν.
727-728 Ioh. 7,15 || 729 Αροc 20,15 || 731-732 Ps. 8,5 || 734-737 cf. Num. 10,3 ; Luc. 21,38 || 739 Luc. 1,54. || 746-747 Gen. 8,1 || 747 Ps. 131,1 || 754 Ps. 76,19 || 756 Ps. 21,7 || 762-763 cf. Ier. 15,19 || 763 Ioh. 15,19
728 μεθηκὼς M || 729 μεμυσταγωγημένων M || 733 ό καὶ λόγον καὶ νουν om. M τούμοῦ M || 734 μὲν post ήνίκα add. M || 736 καὶ post μετεώρω om. Μ του om. M || 741 καταστυγνάσαι M || 742 φρεϐόθεν M || 752 τῶν Mpc: τὰ Mac || 753 δυσακουστούσαις M || 754 καὶ om. M || 762 δὲ om. M
44.
Ναὶ μὲν ἐθέλεις, οἶδα, στρατολογεῖν με Θεῷ, θωρακίζειν τε καὶ περικεφαλαιοῦν ἱερώτερον. ’Aλλ’ αὐτός γε Παύλῳ πεπεισμένος γνωμοδοτοῦν-τι τὰ πνευματικὰ τακτικά, τοῦτό τε στρατείας ὀκνῶ καὶ τòν ἱερòν ὁπλίτην οὕκουν θαρρῶ, μή καὶ ταῖς τοῦ βίου πραγματείαις ἐς άφυκτον ἐμπλεκόμενος,
[780] ἀπαρέσκων ὑπαντῴην σοι τῷ στρατολογήσαντι, τòν συχνòν ήν ὁπότε καὶ τοῦ ἀρέσκειν καιρὸν ἄλλοις, ὡς οὐκ ἠγνόηται, προσαναλώσας διὰ κενῆς, ἤδη τε ἀποχρώντως κόσμῳ στρατευσάμενος καὶσαρι καὶ μακροῖς ἐκδεδαπανημένος καμάτοις καὶ πᾶσαν τὴν ἀξιόμαχον ἰσχύν άποϐεϐληκώς, πέρας δὲ καὶ λάφυρον οίκτρόν άπηγμένος δυσαλθέσι νόσοις παντοδαπαῖς καὶ εἰς δοῦλον ἀσθενεία
[785] πικρᾷ σαρκός δεσποίνη πραθείς, κάντεΰθεν γόνασιν έπισαλεύων ῥικνοϊς καὶ ὑπό κνήμαις ἐξιτήλοις βηματίζων άμενηνά. Οὕτω καὶ ἅλλως τὴν πρώτην ἐκ γενετῆς έπιβούλως έχρήσαντο δάκτυλοι φύσεως ίστουργοῦ τὸ τή δειλαία ψυχή μοι περιτεταμένον έκτὸς άναβόλαιον τοῦ σαρκίου κομιδή λεπτοϋφές ἐξασκήσαντες, ὡς ἐκ τοῦ ῥᾴστου ῥήγνυσθαι λοιπòν καὶ καταρρακοῦσθαι
[790] λεπταῖς αὔραις νοσημάτων καταπνεόμενον. Δι’ ἃ πάντα καὶ άναπαύλης χρήζω καὶ κεκμηκότων μελών ἀνακομισμοῦ καὶ ὥσπερ μὲν καύσωνα φεύγων ύποτρέχω σκιὰν καὶ ζητώ ψυχάσαι, ώσπερ δὲ σύντονα δραμών καὶ πυκνόν ἀσθμαίνων ποθώ μικρὰ κάμψας γόνυ πάλιν άθροΐσαι πνοήν.
45.
Καὶ γοῦν ἐπειδή μηδαμῷς ἄνθρωπος ἐγώ σοι πρὸς γνώμης, κἂν εἰ
[795] καὶ μιμνήσκη αὐτοῦ, μηδέ τις ἐξ ἀχρηστεύοντος λυσιτέλεια, προανάγνωθι, δυσωπῶ, καὶ τò ξυγκείμενον ἐχόμενα τοῦ ψαλμοῦ καὶ υἱὸν ἀνθρώπου τοῦτον εὑρὼν καὶ δή καὶ ἐπισκέπτου φιλανθρὼπως αὐτόν καὶ σοι τὸ καλόν τῆς προθέσεως καὶ τὴν άγαθήν περί τὸν τεκόντα βουλήν είς τὸ τεκνίον έκπέραινε καὶ γεννηθήτωσάν σοι καὶ πάλιν άντἰ τῶν πατέρων υἱοὶ τῆς άπ’ ἐκείνων
[800] ἀρχομένης χάριτος ἀπολαυόντες, ἵν’ οὕτως εἴη καὶ χάρις, ὡς τὸ εὐαγγελικόν, ἀντὶ χάριτος, ἡ περὶ τὸν φύντα τῆς ἐς τὸν φύσαντα. Σὸς εἰμί μὲν ἐγώ, σοῦ δὲ μοι πλέον τò τέκνον καὶ σῆς ἱερᾶς ἀρνίον αὐλής. Κἂν ἔτι θύραυλον μένοι τοῦ θριγγίου ταύτης ἐκτός, καν ετι άσήμαντον, ἀλλὰ πέποιθα καὶ σφραγισθήσεταί σοι καὶ σημανθήσεται καὶ ταύτη πάντως εἰσελεύσεται τòν τοῦ
[805] σεπτοῦ σηκάσματος τόπον καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει τοῖς ἡλικιώταις ἐπιπρεπῆ. Τῶν γάρ τοι βοσκομένων ἔτι καὶ ἁπαλοτροφουμένων τὸ θρέμμα καὶ τέως χλοηφαγεῖ κάντεῦθεν οὔτε δεῖ τούτῳ στερροτέρου τοῦ θρέψοντος, κάμοί τὴν άκαιρίαν εἰδότι σκληρύναι ὅλως ούκ εστιν έθέλοντι τοῦ αίτῆςασθαι.
767-768 cf. Matth. 4,18 || 772-774 cf. Matth. 4,19-22 || 777-778 cf. 2 Co. 10,4 || 782 cf. Greg. Naz. Or. 39,9 = PG 36, 344C || 793 Hom. Ιl. 8,118 ; Od. 5,453 || 794-795 cf. Ps. 8,5 || 795 cf. Sap. 2,11 || 796-797 Ps. 8,5 || 799 Ps. 44,17
766 τοὺς om. S || 767 τοὺς post καὶ om. M || 769 δυσδιέκδυτα M || 770 εὔοψον ὁμοῦ M: ὄψιν ἡμῖν S θαμινόν S || 772 καταυτὰ M || 780 ύπαντῶ M || 781 όγνόηται M || 786 οὕτω M: ὅτῳ S || 788 μου M παρατεταμένον S σαρκίου M: ἑρκίου S λεπτοφυὲς S || 789 ἐξασκήσαντες Spc: ἐξασκήσαντα Sac ἐξασκήσασαι M καὶ post καταρρακοΰσθαι add. M || 791 ἀνακυκισμοῦ S μὲν om. S
46.
῎Εδει καὶ σοι τοῦτ’ ἐκείνο τοῦ ἐμοῦ Γρηγορίου τò θεολόγημα, χεθῆναι
[810] καὶ ἐφ’ ἡμᾶς τò ἀγαθὸν καὶ ὁδεῦσαι κἀπειδὴ τò λαῶδές μοι τοῦ βίου μεσεῦον ὁπόσα καὶ διαφράττον καρτερòν προσέστηκεν ἔρυμα μὴ συγχωροῦν τò θαλασσηδòν κεχυμένον τῆς εὐποιίας ἐπί τὴν ἄνικμον εἰσρεῦσαι κοιλάδα τοῦ κατ’ έμὲ ταπεινοῦ, ἰδού σοι ἄφετος ἡ κατὰ τòν παῖδα καὶ πάντη ἀνεπιπρόσθητος ὑπεστόρευται πεδιάς καὶ δὴ καὶ κωλύμης ἁπάσης ἄτερ
[815] κατακεχύσθω ταύτης τò ῥεῦμα τοῦ ἀγαθοῦ καὶ τὸ κατ’ αὐτὴν διψῶν ἀρδέτω εἰς ἐπαρκές. Καὶ μή με τοῦτο τò μέρος, τὴν ἐς τò τέκνον χάριν ὁ Καπερναουμίτης πλεονεκτείτω βασιλικός, οἰκειότερον ἢ κατ’ ἐκεῖνον τὴν τοῦ βασιλικοῦ προσηγορίαν ἑαυτῷ ἐπιγράφοντα, τοῦτο μὲν ὅτι κάγὼ τὴν γραμματείαν βασιλικòς ἐξ ἔτι νεάζοντος τὸ τῶν ἀνακτόρων πληρῶν
[820] οἰκίδιον θεραπευτικόν, τοῦτο δ’ ὅτι καὶ Βασιλείοιν γνήσιος δοῦλος ἀμφοῖν, τῷ μὲν ἀνέκαθεν πανοικεσίᾳ δεδουλογραφημένος ὑπὸ συνδούλῳ πατρί, καὶ τòν μέγαν οἶδας τòν ἐν ἁγίοις, τòν τὰ μάλιστα, τòν τὰ πρῶτα τῆς θρυλλουμένης ὁσιότητος καὶ πατρότητος, τῷ δὲ σοι καὶ μεθ’ ὕστερον δοῦλα τῶν ἄλλων ὑπερέκεινα θέμενος, τὰ τε ἄλλα καὶ διὰ τέκνον ἀντίδουλον πρὸ τοῦ κρασπέδου
[825] σοι βεϐλημένον τοῦ ἱεροῦ ποδήρους χαμαιρριφές, ὡς ἑκατέρωθεν δουλούμενον χαίρειν καὶ ἀποστέργειν ἢδη τò ἐλευθέριον, ὅσα μὲν παῖδα μετὰ τεκόντος τò πρότερον, ὅσα δὲ πατέρα μετὰ τέκνου τò δεύτερον.
47.
Τοιοῦτος ἐγώ σοι βασιλικòς πολλῷ τῷ περιόντι τὰ ἐς ἀκήρατον πίστιν τοῦ παρὰ τοῖς εὐαγγελίοις βασιλικώτερος, οὗ πέρι καὶ ἀμφιγνοίας οὔ
[830] τοί που φαύλης τοὺς χρησμολύτας εἰσιούσης τῶν τῆς ἱερᾶς γραφής αἰνιγματωδῶν. Οἱ δὲ τοῦτο τοὺς ἀμφιλεκτοῦντας μυοῦσιν ἀποσαφοῦντες τὸ διαπόρημα: εἶναι γὰρ ἐκεἰνον ἄνδρα τῷ ἑκατοντάρχῃ μὴ τòν αὐτόν. Τοῦ μὲν γὰρ εἰσῆχθαι παῖδα βεϐλημένον κλινοπετῆ παραλυτικόν, εἰς δοῦλον ἐκ σημασίας καθωμιλημένως μεταφερόμενον, τοῦ δὲ εἰς τρανὲς υἱόν ἀσθενῆ. ’Eγώ
[835] δε, ἀλλ’ ὁποτέρως ἂν ἐκεῖνοι προσφέροιντο τοῖν ἀνδροῖν,ἔχω μέν, εἰ καὶ ἄλλο τι τῶν ἁπάντων μηδέν, τòν βασιλικòν δ’ οὖν αύχεῖν ἐκ τῆς άποδεδομένης μικρòν ἄνω ποι τοῦ λόγου τριπλόης οὐκ ἀκόμψως, οἶμαι, τοῦτον ἐπικαλούμενος, ἔχω δὲ καὶ τòν ἑκατοντάρχην ἑαυτῷ προσαρμόττειν οὐδὲν ἀληθῶς τῶν ἐκείνῳ προσηκόντων εἰς εὔκλειαν σεμνυνόμενος, ὅτι μὴ μόνον
[840] τò περὶ τòν ἐμόν, σέ, Κύριον ’Iησοῦν ἑτερότροπον εὐλαƃὲς καὶ ὑποχωρητικόν, οὒμενουν ἐθέλοντί σοι παρὰ τòν έμòν οἰκίσκον ἀπαντᾶν ἰατῆρι τοῦ νοσοῦντος αὐτεπαγγέλτῳ τὴν κατάλυσιν ἀπαρνούμενος, οὐδ’ ἐκεῖνα τὰ τῆς ὑποστολῆς ῥητὰ παρενείρων «οὐχ ἱκανòς εἶναι τὸν εὐεργέτην ὑπò τὴν στέγην εἰσδέξασθαι»,ἀλλὰ τοὐναντίον ἅπαν καλοῦντι τοὺς ἱερούς σοι τῆς τοῦ θείου
[845] βήματος ούρανομιμήτου στέγης περιбόλους συνεισδραμεῖν ὑπò πολλῆς ἀναξιοπρεπείας καὶ δέους μὴ συμπειθόμενος.
800-801 Ioh. 1,16 || 804-805 Ioh. 10,9 || 808 4Regn. 2,10 || 809-810 Greg. Naz. Or. 45,5 Or. 38,9 = PG 36, 629A 320C || 816-817 cf. Ioh. 4,46-49 || 820 Greg. Naz. Or. 42,26 = PG 36, 492A || 832-833 cf. Mar. 8,5-6; Luc. 7,2-10 || 834 cf. Ioh. 4.46
799-800 ἀπ’ ἐκείνων ἀρχομένης S: ἐπ’ ἐκείνους ἐρχομένης Μ ὡς om. Μ || 801 μὲν om. S σοῦ S: σὸν M || 807 στερεωτέρου S || 811 τὸ Spc τῷ Sac Μ || 812 κεχυμένῳ Sac M || 816 τὴν ἐς τò τέκνον χάριν om. Μ || 818 ἐπιγράφων S || 819 πραγματείαν S || 822 τὰ om. Μ || 824 τά τε ἅλλα S: τή τε ἄλλη Μ τέκνον S: δοῦλον Μ
ἀρτίδουλον Μ || 825 δουλούμενον Μ: δεδουλωμένα S | 827 ὅσα δὲ πατέρα μετὰ τέκνου τὸ δεύτερον om. Μ || 830 τοι Μ: τὶ S || 832 διαπόνημα S || 833 εἰσῆγον S || 833-834 ἐκ σημασίας scripsi: ἐκσημάνας S Μ
48.
῎Αμφω τοίνυν κατὰ τòν βασιλικòν ὡς ἔνι μάλιστα καὶ τòν ἑκατοντάρχην ἐξιδιούμενος, εἰς ταὐτòν ἄγω πάντως ἐξ ἀκολούθου καὶ τòν υἱòν τῷ παιδὶ καὶ τῷ μῷ τουτωὶ μειρακίσκω φέρων καὶ ἄμφω ταύτας κλήσεις
[850] προσδικαιῶ, ἐκεῖνο μὲνὃτι μοι ταπεινῷ τεκόντι κατὰ φύσιν οῦτος υἱός, τοῦτο δ’ὃτι καὶ ὑψηλῷ σοι δεσπότῃ κατὰ θεσμοὺς θείους ἱερόδουλος παῖς, ἢν δὲ σοι καὶ τῷ περί ῆμάς δοκοίη κηδεμόνι φιλανθρωπότερον, καὶ τοῦ κατὰ τὴν Θεοῦ Σοφίαν οἴκου νεόκτητον οἰκογενὲς παιδισκάριον, ὡς μηδέν ήττον ἢ Σολομῶντι πρòς καὶ ἂλλοις μυρίοις ὃσοις καὶ ἡμᾶς κτηθῆναί σοι δούλους,
[855] υίòν ὁμοῦ τω γειναμένω πατρί καὶ δή καὶ παιδίσκας εὐνοϊκά σοι καὶ δοῦλα φρονούσας ὅλας καρδίας σφῶν αὐτῶν καὶ ψυχάς.
49.
Πρότερον μὲν οὐν καὶ ού πάνυ τι πρότερον, τοὐτόν σοι τὸν οἰκτρòν παιδίσκον καὶ βαρεία νόσφ βεбλημένον καὶ πονήρως ὀλίγου καὶ εἰς θάνατον ἔχοντα ὃσα καὶ ἄλλος ἑκατοντάρχης ἔχω κομισάμενος ὑγιᾶ, τὰ νῦν δὲ ὅσα
[860] καὶ σòς τò μέρος βασιλικòς εύ ἔχω πάντως ἐλπίδων ἐκείνης εὐκταίας καὶ νῦν μᾶλλον εὐκαὶρου τῇ τοῦ παιδòς υγείᾳ φωνῆς μοι ἐνηχούσης άκούσεσθαι: «Πορεύου, δ υιός σου ζῇ». Τοῦτο δ’ ἂν εἲη πάντως εὐμοιρία τοῦ ζῆν, σοῦ, τοῦ μόνου τὰ τοιαῦτα ζωοδοτεῖν πρòς Θεοῦ λαϐόντος καὶ τὴν κατάλληλον διδόναι τοῖςἱερᾶσθαι λαχοῦσιν ἐν εὐκαιρίᾳ τροφήν, τò προσφυὲς καὶ τούτω
[865] ζώσιμον ἐκπορίσαντος. Εὐκαιρία δὲ πρòς τò εύ παθεῖν ἂλλω μὲν ἂλλη πάντως, ἡμῖν δέ, τοῖς ἐπί σε καὶ οἶδας έπερριμένοις ἀπò μακροῦ, μετά τὴν ὑψοῦ δεξιὰν ἡ σοῦ, τοῦ καθ’ ἡμᾶς ’Ααρών, ἐφημερία πατριαρχικὴ θεοκλήρωτος, ὁ καὶ σοι πάντων εύπροδεκτότερος εἰς εὐποιίαν καιρòς καὶ τοῖς σοῖς ἡμέρα σωτηρίας ἡμῖν, ᾖ καὶ ήμέραν έφ’ ἡμέρας προσθείη ζωῆς ταμίας Θεός, ὡς
[870] οὕτω σοι γενέσθαι τὴν ἀρχιερατικήν ἐφημερίαν ἐν ἴσω ταῖς ήμέραις τοῦ οὐρανοῦ. Εἰ δὲ τοῦτο φύσεως ὕπερθεν, ἀλλὰ τηροῖο γοῦν μέγας ποιμενάρχης ἡμῖν εἰς πολλὰ ἔτη, δέσποτα.
843-8 44 Matth. 8,8 ; Luc. 7,6 || 853-856 cf. Eccl. 2,7 || 857 -859 cf. Matth. 8,13 || 862 Ioh. 4,50 || 864 Ps. 144,15 || 866 Ps. 21,11 || 867 cf. 1 Par. 9,33-34 || 869 Ps. 60,7 || 870 Ps. 88,30
837 που M || 840 παρά S || 841 περί M|| 843 παρεγείρων M || 845 ούραν ομί μου S παραϐόλους S || 849 τ οὐμῷS|| 850 μοι om. S τὴν post κατὰ add. S || 852 δοκείη M τοῦ post τὴν add. M || 858 καὶ post παιδίσκον om. M || 859 τò νῦν M || 861 ἀκούσεται M || 864 τοῦτο M || 865 εὐκαιρία M: εὐπορία S τοῦ S || 866 ἐπί M: ὑπό S || 868 εὐπροσδεκτότατος M || 870 ίεραρχικήν S || 871 διατηροῖς M
© Éditions de la Sorbonne, 1996