Version classiqueVersion mobile

Théodore Agallianos, Dialogue avec un moine contre les Latins (1442)

Deuxième partie. Texte et traduction

<Διάλογος μετά τινος μοναχοῦ κατὰ Λατίνων>

Texte intégral

1+ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Μοναχός τις. Μετάνοιαν, δέσποτα.

Ἱερομνήμων. Κτησαίμην, πάτερ.

[5]Μοναχός. Πῶς εἶπας;

Ἱερομνήμων. Πῶς σὺ προσεῖπας

Μοναχός. Ὡς ἔθος μοι χαιρετᾶν.

Ἱερομνήμων. Κἀγὼ ὡς νοεῖν.

Μοναχός. Ἀλλ’ ἐγὼ οὐ νοῶ.

[10] Ἱερομνήμων. Τὴν μετάνοιαν οὐ νοεῖς;

Μοναχός. Μόλις ὅ τι νοεῖ, ἀλλ’ ἅπερ ἀπεκρίνω μοι φημὶ μὴ νοεῖν.

Ἱερομνήμων. Ἀλλὰ κάθησο ἵν’ ἔχῃς νοεῖν.

ΜοναχόΣ. Ἰδού· ἀλλὰ φράσον μοι τί ποιεῖς.

Ἱερομνήμων. Βλέπω, ἀκούω, λαλῶ.

[15] Μοναχός. Οὐ τοῦτ’ ἐρωτῶ, ἀλλὰ πῶς ἔχεις.

Ίερομνημων Κάθημαι ἵν’ ἀναπαύηται τὸ σῶμα.

Μοναχός. Ὑγιαίνεις λέγω;

Ἱερομνήμων. Τῷ δοκεῖν.

Μονάχος. Ψυχικώς πυνθάνομαι.

[20] Ἱερομνημων. Μαθήσῃ. Ἀλλ’ αὐτός μοι πρῶτον φράσον πόθεν ἥκεις, ποία δέ σοι πατρὶς καὶ τί σου τὸ ὄνομα καὶ τίς ὁ σκοπὸς τῆς πρὸς ἡμᾶς σου ἀφίξεως· ἀπό τινων γὰρ τεκμαίρομαί σε σημείων ξένον εἶναι καὶ νέηλυν, εἰ μὴ ἠπάτημαι. Μονάχος. Ἀπατᾷ μὲν οὐδαμῶς· ἐκ γὰρ τῶν τῆς Ἀνατολῆς ἐλήλυθα μερῶν. Πρὸς μοναχὸν δὲ ἡ περὶ πατρίδος ἐρώτησις καὶ τοῦ ὀνόματος περιττή· οὐ γὰρ οἰκεῖον

[25] τῷ μοναχῷ ἐπὶ γῆς ὀνομάζειν πατρίδα, ἀλλὰ ἀεὶ ἐκείνην ἐπιζητεῖν τὴν ὄντως τὴν ἐν οὐρανοῖς.

Ἱερομνημων Ἐπαινῶ σε, πάτερ, τῆς περὶ τοῦτο γνώσεως· ἐγγένοιτο δ’ αὕτη κἀμοί.

Ἀλλὰ κἂν τῆς ὡς ἡμᾶς σου ἀφίξεως τὸν λόγον ἀπόδος.

Μονάχος Παροδεύων οὕτως καὶ διὰ τῆς πυλίδος ἀτενίσας τὸ κατάσκιον τοδὶ

  • 1 χάριεν : pour respecter l’accentuation donnée par le manuscrit, j’ai retenu la forme adverbiale et (...)

[30] χάριενa1 τόπιον καὶ τοὺς τοῦ χοροῦ τοῦδε νέους ταῖς δέλτοις ἐγκύπτοντας καὶ

225-26 ἐπὶ-οὐρανοῖς cf. Ep 3, 15

1 Διάλογος-Λατίνων Dos.: nihil habet M ‖ 2 Κύριε-με om. Dos. ‖ 3 τις om. Dos. ‖ 11 μόλις ὅ τι νοεῖ M : μάλιστ’ ὅτι νοεῖν Dos. ‖ post ἅπερ del. ἀπερ M ‖ ἀπεκρίνω M p. c.: ἀπεκρίνο M a. c. ‖ 19 ψυχικῶς Dos.: ψυχικὸς M ‖ 20 πρῶτον M : πρῶτος Dos. ‖ 29 οὕτως M : οὕτω Dos. ‖ πυλίδος M : θυρίδος Dos. ‖ 30 χάριεν M : χαρίεν Dos. ‖ τόπιον ego: τοπεῖον M τὸ θεῖον Dos.

τὴν σὴν ἁγιότητα πρὸς αὐτοὺς διδασκάλου τόπον ἐπέχοντα, εἰσῆλθον θεασόμενος·μᾶλλον δὲ πρὸ πάντων τούτων προσκυνήσων τὸν ἔφιππον τοῦτον ἅγιον, ὃν ἀπὸ τῆς ἐπιγραφῆς Θεόδωρον εἶναι μανθάνω τὸν Τήρωνα· καὶ ὁ προσεχῶς οὗτος ναὸς τῷ αὐτοῦ ὀνόματι τετίμηται;

[35] Ίερομνημων Μάλιστα.

Μονaχος Ἡμεδαπὸς ὁ ἅγιος καὶ χάριν οἶδα τούτῳ μάλα πολλὴν ὑπέρ τε πολλῶν

ἄλλων καὶ ὅτι με τὴν σὴν ἁγιότητα θεάσασθαι κατηξίωσε τήμερον.

Ἱερομνημων. Χάρις σοι, πάτερ, ὅτι καὶ τὴν πατρίδα ἡμῖν ὑπέφηνας.

[1v] Μονaχος Ἐτεόν, ὦ δέσποτα, | φράσον μοι φιλαλήθως τί εἰσὶ ταῦτα ἃ καὶ ἀκοῇ

[40] μὲν ὠτὸς ἤκουον ἀπὼν καὶ ἐπιδημήσας δὲ τοῖς ὀφθαλμοῖς ὁρῶ, σχίσματά τινα τῶν

ἱερέων πρὸς ἀλλήλους καὶ ἀρχιερέων, καὶ τὸν πατριάρχην ὑπὸ μὲν τῶν τιμώμενον,

ὑπὸ δὲ τῶν ἀθετούμενον. Ἀληθῶς ἔχει τοῦθ’ ὃ λαλεῖται ὅτι ἀπῆλθεν ὁ πατριάρχης

ἐκεῖνος σὺν τοῖς ἐκκλησιαστικοῖς καὶ τοῖς ἀρχιερεῦσι καὶ ἔλαβον παρὰ τοῦ πάπα

φλωρία πολλὰ καὶ ἐγένοντο ὅλοι Φράγγοι;

[45]ερομνημων. Εἰ ἔλαβον φλωρία οὐκ οἶδα· οὐ γὰρ παρὼν ἐτύγχανον ἐκεῖσε.

Ἠκηκόειν δὲ μᾶλλον ὅτι καὶ στέρησιν εἶχον πολλήν· φλωρία γὰρ ἑκάστῳ

δίδοσθαι μηνικῶς ἐτάχθη ἕνεκεν ἀναλωμάτων τῶν εἰς τὰς ἀναγκαίας χρείας, ἃ

καὶ ἐδίδοντο κομιδῇ στενῶς· ἀλλὰ κἀν τῷ τέλει φασὶν ἐγγὺς ἓξ μηνῶν ἐνεδέησεν

αὐτοῖς ἐπίτηδες ὥστε καταντῆσαι εἰς μεγάλην ἔνδειαν αὐτοῖς τὰ ἀναγκαῖα. Συχνῶς

[50] δὲ διεκηρύττετο πρὸς αὐτοὺς ἀπὸ θατέρου μέρους, ἢ καὶ αὐτοὶ καθ’ ἑαυτοὺς

  • 2 ὑπόπτευον : cette forme sans augment est attestée chez d’autres auteurs du XVe siècle, par exemple (...)

ὑπόπτευονa2 ἐκ τῶν πραγμάτων τεκμαιρόμενοι, ὅτι εἰ μὴ συγκατάβασις γένηται πρὸς

τὸ καταδέξασθαι Λατίνους εἰς ἕνωσιν, πρὸς τῷ τὴν ἐκεῖθεν ἔξοδον ἀπαγορεῦσαι

καὶ τὴν τῶν μηνικῶν φλωρίων οὐχ ὅτι τῶν εἰσελαυνόντων μηνῶν, ἀλλὰ καὶ

τῶν ἤδη παριππευσάντων τὴν ἀπόληψιν ἀπελπίσαι· κἀκ τούτου συνέβαινεν εἰς

331 θεασόμενος M: θεασάμενος Dos. ‖ 36 μάλα M: μᾶλλον Dos. ‖ post ὑπέρ τε add. τῶν Dos. ‖ 37 με M : μὲν Dos. ‖ 39 μοναχός om. M ‖ ἐτεόν ego: ἐτέον M om. Dos. ‖ 44 φλωρία M p. c.: φλρία M a. c. ‖ 45 φλωρία M p. c.: φλορία M a. c. ‖ 48 κἀν M : κᾂν Dos. ‖ 54 κἀκ M : καὶ ἐκ Dos.

[55]προὖπτον πεσεῖν αὐτοῖς τὴν σφῶν αὐτῶν πανωλεθρίαν. Ἀπειλάς γε μὴν ἐπέσειον

αὐτοῖς ἕτεροι, τοὺς ἄκρως ἐνισταμένους καὶ μὴ τοῖς Λατίνοις συμβαίνοντας

λέγοντες ἀειφυγίαν καταδικασθῆναι καὶ τῇδε κἀκεῖσε διασπαρῆναι φυγάδας, εἰς

τόπους ὧν καὶ τὰ ὀνόματα φοβερὰ καὶ φρίκης πρόξενα τῷ τοῖς ὠμοτάτοις τῶν

  • 3 διὰ-οἰκήτορας : ce groupe de mots est redondant avec ce qui précède, il s’agit sans doute d’une pr (...)

ἀνθρώπων ἐνοικεῖσθαι [διὰ τοὺς ὠμοτάτους αὐτῶν οἰκήτορας3]. Οἷς καὶ ἄλλοις

[60]πλείοσιν ἐκδειματωθέντες, καὶ ἄκοντες ὑπέγραψαν, στέρξαντες τὸν λατινισμόν,

οὐχὶ δὲ δόσει φλωρίων.

Μονάχος Καὶ πάντες ὑπέγραψαν; |

[2] Ἱερομνήμων. Πλὴν τοῦ Ἐφέσου καὶ τοῦ Σταυρουπόλεως.

Μοναχός. Ἀκούω περὶ τούτου τοῦ ἀνδρός, τοῦ Ἐφέσου λέγω, φήμην μεγάλην καὶ

[65] ἐπαινετήν.

Ἱερομνήμων. Θαυμάσιος ὁ ἄνθρωπος, πᾶσι πνευματικοῖς χαρίσμασι κεκοσμημένος

καὶ παντοίας θείας σοφίας ἀνάπλεως, πρὸ τῆς ἀρχιερωσύνης βίον ἀσκήσας

  • 4 ὁσιακὸν : adjectif rare qui dérive de l’adjectif ὅσιος ; voir les attestations données par LBG, s. (...)

ὁσιακὸν4 κἀν τῇ συνόδῳ διαπρέψας ὡς ἤκουσας.

Μοναχός. Καὶ ὁ Σταυρουπόλεως;

  • 5 τῆς ἐν λόγοις : la forme donnée par le manuscrit (τοῖς ἐσλόγοις) n’est pas attestée, et la solutio (...)

[70]ερομνημων Ἄνθρωπος τοῦ Θεοῦ καὶ αὐτός, οὐχὶ δὲ σοφίας τῆς ἐν λόγοις5 μέτοχος,

ἀλλ’ ὡς ἔχων πίστιν πρὸς τὸν Ἐφέσου καὶ αὐτῷ ἑπόμενος καὶ συμβούλῳ χρώμενος,

δι’ αὐτοῦ πεφύλακται ἐκ τοῦ πτώματος.

Μονaχος Πῶς οὐ συνηρπάγη καὶ ὁ Ἐφέσου οἷς καὶ οἱ ἄλλοι ὥστε συναινέσαι;

Ἱερομνημων Ἐκτὸς παντὸς πάθους ὁ ἀνήρ, μόνῳ προσῳκειωμένος Θεῷ καὶ αὐτῷ

[75] μόνῳ προσανέχων τὸν νοῦν, τῶν δὲ βιωτικῶν ἁπάντων καὶ ὅσα τῇ τοῦ σώματος

ἀνάγονται θεραπείᾳ πάμπαν ἐξιστάμενος· ὁ δὴ τοιοῦτος ἐξορίαν οὐ δέδιε, πεῖναν

οὐχ ὑποστέλλεται, οὐ λογίζεται δίψαν, οὐ φρίττει ξίφους, φυλακὴν οὐ δειλιᾷ, τὸν

θάνατον εὐεργέτην οἴεται. Τί σοι δοκεῖ βιαιότερον ἄλλο τούτων ὅπερ ἀναγκάσειν

ἔμελλεν αὐτὸν τοῦ ὀρθοῦ φρονήματος ἐκπεσεῖν;

[80] Μονaχος Καὶ πῶς οὐκ ἠκολούθησαν αὐτῷ καὶ οἱ ἄλλοι;

Ἱερομνημων Ὅτι οὐκ ἦσαν κατ’ ἐκεῖνον ἀπαθεῖς.

Μονaχος. Kαὶ μετὰ τὸ στέρξαι καὶ ὑπογράψαι εἰς ὅπερ εἷλκον αὐτοὺς οἱ Λατῖνοι,

ἀπέλαβον τὰ φλωρία;

Ἱερομνημων Πῶς γὰρ οὔ;

459 διὰ-οἰκήτορας seclusi ‖ 70 τῆς ἐν λόγοις Laurent (Syropoulos, Mémoires, p. 495 n. 2) : τοῖς ἐσλόγοις M τοῖς ἐν λόγοις Dos. ‖ 77 ξίφους M : ξίφος Dos. ‖ 81 ἱερομνήμων om. M ‖ 82 μοναχός M p. c. : ἱερομνήμων M a. c. ‖ 83 φλωρία M p. c. : φλορία M a. c.

[85]Μονaχος. Ὥστ’ ἐπεὶ δι’ αὐτὸ τοῦτ’ ἐκρατήθησαν, ἵν’ ἡ συγκατάβασις γένηται,

δι’ αὐτὸ τοῦθ’ ὑπέκυψαν καὶ αὐτοί, ἵνα ταῦτα λάβωσι. Καὶ δήπου τὸ λαληθὲν ἀληθές

ἐστιν. Ἀλλὰ καί τινας τῶν μητροπολιτῶν ἀκούω τὸ ὑπογραφόμενον ἐκεῖνο ὑπὸ

μάλης, ἄλλους δὲ μέσον τῶν μηρῶν συνέχοντας κρύπτειν μετὰ τὸ ὑπογράψαι,

λέγοντά τε ἕκαστον αὐτῶν· εἰ μὴ λάμψειε τὰ φλωρία ἐν τῇδέ μου τῇ παλάμῃ, τῶν

[90] ἀμηχάνων ἐστὶ δοῦναί με τὸ ἔγγραφον.

Ἱερομνημων <Ἄ>λλως ἔχει τὸ λαληθέν· ὅτι κατὰ τὸν τῆς δωροδοκίας λόγον

[2v]ἐδόθη τὰ | φλωρία, ἵνα γένηται τὸ θέλημα τῶν Λατίνων διὰ τῆς τῶν λαβόντων

ταῦτα συγκαταβάσεως, ὅπερ οὐ πείθομαι γενέσθαι· ὅτι δ’ ἀπῄτουν τὰ ἀποταχθέντα

  • 6 ἤδεισαν : forme attestée tardivement à côté de ᾔδεσαν.

αὐτοῖς χάριν ἀναλωμάτων, οἶμαι καλῶς ἐποίουν. Ἤδεισαν6 γὰρ σφᾶς αὐτοὺς

[95]ζημιωθέντας ψυχικῶς· τὸ δὲ καὶ σωματικῶς καὶ τὰ φλωρία ἀπολέσαι, διπλῆν

ἡγοῦντο τὴν ζημίαν.

Μονaχος. Πίστευσον, ὡς εἰκάζω ἐξ ὧν ἀκούω, ὡς οὐδ’ ἡ δωροδοκία ἀπῆν, εἰ γὰρ

καὶ μὴ πάντας μετῆλθον τοῖς δώροις, οὐ γὰρ δυνατόν, ἀλλά γε τοὺς προὔχοντας

αὐτῶν δοκεῖ μοι διαφθεῖραι· οὐ γὰρ ἂν τοσοῦτον πρᾶγμα κατορθῶσαι τοῖς Λατίνοις

[100] ἐξεγένετο. Καὶ γὰρ οἱ νομεῖς οὐ τὰ πρόβατα σύμπαντα ἐθίζουσιν ἕπεσθαι, ἀλλ’ ἓν

ἐξ αὐτῶν ἰδιοποιούμενοι καὶ τροφὴν ἁβροτέραν ταῖς χερσὶν ὀρέγοντες καὶ ἄλλαις

τισὶ μεταχειρίσεσι χειρόηθες ἐργαζόμενοι, αὐτό τε ἑπόμενον καὶ τὰ ἄλλα ἔχουσιν

ἀκόπως δι’ αὐτοῦ.

  • 7 παρήμην : forme de l’imparfait de πάρειμι attestée à côté de παρῆν.

Ἱερομνημων Ἅπαξ εἰπών σοι ὅτι οὐ παρήμην7 ἐκεῖ, οὔτε περὶ τούτου, οὔτε περὶ

[105] ἄλλου τοιούτου ἔχω σοι ἀπολογήσασθαι.

Μονάχος Καὶ ὁ βασιλεὺς οὐκ ἠδυνήθη τι διαπράξασθαι;

Ἱερομνημων. Ὁ βασιλεὺς ὀφείλει δεφενδεύειν τὸ δοκοῦν τῇ ἐκκλησίᾳ. Ἐπεὶ οὖν

εἶδε τοὺς ἐξ ὧν ἡ ἐκκλησία συνίστατο αὐτομολοῦντας καὶ κατὰ μικρὸν προστιθε-

μένους τοῖς Λατίνοις, ὡς καὶ τοὺς πλείους παρασυρῆναι ἐπὶ τῷ μὴ μόνον αὐτοὺς

[110] ἑτοίμους εἶναι συνθέσθαι καὶ ὑπογράψαι, ἀλλὰ καὶ τοὺς ἄλλους ἐπισπεύδειν καὶ

πάσαις μηχαναῖς ὑποκλέπτειν, οὐδ’ αὐτὸς ᾠήθη δεῖν τὴν ἐναντίαν φέρεσθαι,

ἄλλα τινὰ ὑφορώμενος· ἔνθεν τοι καὶ σπουδὴν ἐνεδείξατο μάλα πολλὴν συμ-

βιβᾶσαι τοὺς ὑπολειφθέντας τοῖς πλείοσιν, ἵν’ ἐγγένηταί οἱ εὐπροσώπῳ τινὶ

σχήματι ἐκεῖθεν ἀναζεῦξαι μεθ’ ὧν ἀπῆρεν ἐκεῖσε. Τῷ τοι καὶ δόξαν ἀπηνέγκατο

[115] βιάσασθαί τινας στέρξαι τὸν λατινισμόν.

587-88 ὑπὸ μάλης Leutsch, Corpus paroemiographorum, II, p. 454, 82 ; Adler, Suidae Lexicon, IV, p. 673, 541 ‖ 107 ὁ-ἐκκλησίᾳ cf. Syropoulos, Mémoires, p. 4001-3

688 συνέχοντας Dos.: συνέχονται M ‖ 89 λάμψειε M: λάμψει Dos. ‖ 90 δοῦναί με Dos.: δοῦνε με M ‖ 91 ἄλλως Dos.: λλως M ‖ 104 ἅπαξ εἰπών σοι M : ἅπερ εἶπών σοι Dos. ‖ 112 πολλὴν M: πολλὰ Dos.

[3] Μοναχός. Χρὴ τοίνυν οἴκαδ’ ἐπανελθόντα καὶ τοῖς βασιλείοις ἐπα|νασωθέντα

συνηγορεῖν τῷ πατρίῳ δόγματι.

Ἱερομνήμων. Πολλοῖς τεκμαιρόμεθα τοῖς σημείοις ὅτι καὶ συνηγορεῖ καὶ στέργει

τοῦτο· πλὴν δι’ ἃς οἶδεν αὐτὸς αἰτίας, συντρέχει καὶ τῇ νῦν συστάσῃ ἐκκλησίᾳ.

[120] Μονaχος. Καὶ συνέστη νῦν ἑτέρα ἐκκλησία;

Ἱερομνημων Οὐχ ὁρᾷς; Αὐτὸ τοῦθ’ ὅπερ ἔφθης εἰπών, ὅτι τεθέασαι σχίσματα

καὶ διαιρέσεις τῶν ἱερᾶσθαι λαχόντων, καὶ τὸν νυνὶ πατριάρχην ὑπὸ μὲν τῶν

τιμώμενον, ὑπὸ δὲ τῶν ἀθετούμενον· αὐτὸ τοῦτο δηλοῖ μεμερίσθαι τὴν ἐκκλησίαν.

Ἑκάτερον γὰρ μέρος ἀποστέργει θάτερον, μᾶλλον μέντοι ἡμεῖς ἀποσειόμεθα καὶ

[125] οὐ θέλομεν κοινωνῆσαι τοῖς τὸν λατινισμὸν καταδεξαμένοις· αὐτοὶ δὲ πάντα λίθον

κινοῦσιν οἱῳδήτινι τρόπῳ καταπεῖσαι ἡμᾶς εἰς κοινωνίαν αὐτοὺς δέξασθαι.

Μονaχος Καὶ αὐτὸς δὲ ποίας τῶν ἐκκλησιῶν εἶ;

  • 8 Γραικῶν : le manuscrit porte Γραικῶν une première fois, puis Γρακῶν la deuxième fois ; j’ai suppos (...)

Ἱερομνημων Τῶν Γραικῶν, ὦ πάτερ, τῶν Γραικῶν8 οὐχ ὑποστέλλομαι τὴν τοιαύτην

ὁμολογίαν. Οὐ συνῆκας τοῦτο τοῖς ἤδη μοι ῥηθεῖσιν; Ἢ πεῖράν τινά μου λαβεῖν

[130] ἠθέλησας; Ἐγὼ τοῦτο ἐπὶ τῶν δωμάτων ὅτι πολλῷ τῷ θάρσει κηρύττω καὶ οὐκ

ἀποστήσομαι ἕως ἂν ὕδωρ νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ. Ἐγὼ χάριν τούτου βαρύς

εἰμι οὐχ ὅτι βλεπόμενος, ἀλλὰ μόνον καὶ ἀκουόμενος τοῖς ἄρχουσι· χάριν τούτου

με τοῦ ἱερᾶσθαι ἤδη δεύτερον ἔτος ἀπείργουσιν. Ἅπαξ χάριν ἁγιασμοῦ ἱερουργῆσαι

βουληθέντος μου, δήμιοι κατ’ ἐμοῦ ἐξαπεστάλησαν, ἄγριον ὁρῶντες καὶ τραχὺ

[135] φθεγγόμενοι, παραγγελίαν λαβόντες ἀπαμφιάσαι με τὰ ἱερὰ καὶ μαστιγῶσαι καὶ

κατὰ τῆς λεωφόρου ἑλκύσαι καὶ εἰς δεσμωτήριον ἐμβαλεῖν· ἃ καὶ τελέσαι εἶχον,

εἰ μὴ τὸν ζῆλον τοῦ παρατυχόντος πλήθους ὑπέδεισαν. Ἀλλὰ καὶ εἰς κριτήριον ὡς

κατάδικον προκαλούμενοι, ταῖς δεινοτάταις τῶν ἀπειλῶν ἐξεδειμάτουν· ἁπλῷ δὲ

[3v] λόγῳ, τοσοῦτον ἔπνευσαν | πάσαις ὁρμαῖς κατ’ ἐμοῦ, ὡς ἀναγκασθέντα με φυγὴν

[140] ἀνθελέσθαι καὶ ἑκοντὶ τὴν ἐξορίαν αὐτὸν ἑαυτῷ διαπράξασθαι· πρόκριμα

δ’ ἐφέρετο κατ’ ἐμοῦ ἄλλο μὲν οὐδέν, εἰ μὴ τὸ μὴ θελῆσαί με συλλειτουργῆσαι

αὐτοῖς. Καὶ νῦν ὡς ὁρᾷς κάθημαι εἰς οὐδὲν ἄλλο εἰ μὴ τὸ τοῦ Κυρίου ἔλεος

ἀφορῶν, τῶν θλιβόντων με πολλὰ σπευδόντων στενῶσαί με καὶ κατ’ αὐτὰ τὰ

ἀναγκαῖα, ἀνθρώπων δ’ ὅμως ἐλεγχομένων τῷ πρὸς τοῦτ’ ἀδυνάτως ἔχειν. Ὅθεν

7121-123 τεθέασαι-ἀθετούμενον cf. supra l. 40-42 ‖ 125-126 πάντα-κινοῦσιν Leutsch, Corpus paroemiographorum, II, p. 600, 91 ‖ 131 ἂν-τεθήλῃ épigramme attribuée à Homère ou à Cléobule, dans Anthologie grecque. Première partie, Anthologie palatine, IV (livre VII, épigr. 1-363), éd. P. Waltz, Paris 19602, p. 119 (VII, 1532)

8128 Γραικῶν Dos.: Γρακῶν M ‖ 129 μοι ῥηθεῖσιν M: μερισθεῖσιν Dos. ‖ 130 δωμάτων Dos.: δομάτων M ‖ 138-139 ἁπλῷ δὲ λόγῳ M: ἁπλῶς δὲ λέγω Dos.

[145] καὶ χάρις τῷ ἡμετέρῳ δεσπότῃ καὶ κηδεμόνι τῷ μὴ ὑπὲρ τὴν δύναμιν ἡμᾶς συγχω-

ροῦντι πειράζεσθαι· πρὸς γὰρ αὐτοῖς ἄλλοις καὶ παραμυθία τις ἡμῖν οὐ μικρὰ

διὰ τὴν ὀρθοδοξίαν μισουμένοις καὶ τὰ δυσχερῆ ταῦτα πάσχουσιν, ὅπερ ἄρα καὶ

σαφέστατα παριστᾷ τὴν ἄρρητον τοῦ Θεοῦ πρὸς ἡμᾶς κηδεμονίαν. Δέον δίκας

ὑπὲρ ὧν ὁσῶραι πλημμελοῦμεν ἐκτίνειν, παρὰ τοιούτων πάσχειν, οἳ καὶ τοῖς

[150] ἁγίοις καὶ τῷ Θεῷ ἀνθίστανται, ὡς ἂν καὶ ἡμεῖς μετ’ αὐτῶν πολεμώμεθα καὶ ὡς

ἐν εἴδει μαρτυρίου τοὺς πειρασμοὺς ὑπομένωμεν.

Μονaχος Ἐπεὶ τὴν καθολικὴν ἐκκλησίαν κέκτηνται αὐτοὶ καὶ τὴν ἀρχήν, εἰκότως

καὶ κατὰ τῶν μὴ ὑπεικόντων αὐτοῖς οὕτω βαρέως φέρονται.

Ἱερομνήμων. Ἀρχὴν ἄρχει ὁ νυνὶ πατριάρχης ἣν ὁ Κύριος ἔθνεσι τοῖς μὴ τῷ ἰδίῳ

[155] κλήρῳ τελοῦσιν ἰδίαν ἀπεφήνατο· καὶ αὐτὸς γὰρ τοῖς μὲν ἐξ οἰκείου ἰσχύν τινα

κεκτημένοις οἱῳδήτινι τρόπῳ, ἢ τοῖς περὶ τὰς τῶν δυνατῶν στρεφομένοις θύρας,

οὐδὲ διᾶραι στόμα τολμᾷ, καὶ πολλὰ πρὸς αὐτῶν πολλάκις παροξυνόμενος· κατὰ

δὲ τῶν ταπεινῶν καὶ μετρίων ἀνθρώπων καὶ ἀπραγμόνων, πάσαις ὁρμαῖς φερό-

μενος ὡς κατάρχων τῶν ἐλαχιστοτέρων, ἐπὶ τῷ κακοῦν τοὺς τοιούτους πάντα

[160] οἶκτον ἀπώσατο. Ὅτι δὲ τὴν ἐκκλησίαν ἔχει αὐτὸς σὺν τοῖς ὁμόφροσιν αὐτοῦ καὶ

[4] ὑπασπισταῖς, | ἴσθι τοῦτο παρ’ ἐμοῦ μαθὼν ὡς ἡ ἐκκλησία οὐκ οἰκοδομαῖς ἐκ

λίθων καὶ πλίνθων καὶ κιόνων καὶ μολύβδων συνισταμέναις ὥρισται, τοῦτο γὰρ

ναὸς καλεῖται· ὁ δὲ Θεὸς οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, ἀλλ’ ἐν ταῖς τῶν πιστῶν

καὶ ὀρθοδόξων ψυχαῖς· ὧν συνερχομένων εἰς ταὐτὸ κατὰ τὸ ὁμόγνωμον καὶ

[165] ὁμόδοξον, ἐκκλησία ὀνομάζεται. ᾯ λόγῳ καὶ αἱ ἁπανταχοῦ τῆς γῆς ἐκκλησίαι, αἳ

ἐκ τῶν ἑκασταχοῦ ὀρθοδόξων συνίστανται, μία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία

ἐπικέκληνται, τῶν ἀποστολικῶν παραδόσεων ἐξεχομένη δηλότατα, τῇ ὁμονοίᾳ τε

τῆς πίστεως τῷ θείῳ Πνεύματι ἑνουμένη. Ἡ γὰρ λέξις συνάθροισιν ἑρμηνεύει,

ἔνθεν τοι καὶ ἡ τῶν ἑτεροδόξων αἱρετικῶν καὶ αὐτῶν τῶν ἀσεβῶν ἐπὶ τὸ αὐτὸ

[170] συνέλευσις τῆς δόξης καὶ τῆς γνώμης ἐκκλησία καλεῖται, ὡς τὸ ἐμίσησα ἐκκλησίαν

  • 9 καθίσω : le manuscrit porte καθήσω, mais comme il s’agit d’une citation du psaume 26 (25), 5, la l (...)

πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.9 Ἐπεὶ οὖν καὶ νῦν, τῆς ἐμῆς ἁμαρτίας

συνεργούσης, μᾶλλον δὲ τὸ πᾶν διαπραξαμένης, φθόνῳ τε καὶ ἐπηρείᾳ τοῦ ἀρχε-

κάκου ἐχθροῦ, τοῦ τοῖς ἀγαθοῖς ἀεὶ βασκαίνοντος καὶ τὴν εἰρήνην τῆς τῶν Γραικῶν

ἐκκλησίας ἐπεκτείνεσθαι μὴ φέροντος, μετὰ Ἀρείους καὶ Μακεδονίους καὶ

9145-146 τῷ-πειράζεσθαι 1 Co 10, 13 ‖ 154-155 ἣν-ἀπεφήνατο cf. Ps 32, 12 ? ‖ 163 ὁ-κατοικεῖ Ac 17, 24 ‖ 164-165 ὧν-ὀνομάζεται cf. M t 18, 20 ‖ 166 μία-ἐκκλησία cf. décret du IIe concile œcuménique, éd. G. Alberigo, Conciles. II, 1, Décrets, Paris 1994, p. 7232-33 ‖ 170-171 ἐμίσησα-καθίσω Ps 26 (25), 5

10149 ὁσῶραι M: ὁσαιῶραι Dos. ‖ 167 ἐπικέκληνται ego: ἐπικέκληται M Dos. ‖ δηλότατα M: καὶ Dos. ‖ τε om. Dos. ‖ 171 καθίσω Dos: καθήσω M ‖ καὶ νῦν om. Dos. ‖ ἐμῆς om. Dos.

[175] Νεστορίους καὶ Σαβελλίους καὶ τὴν ἄλλην τῶν αἱρετικῶν ἀλληλουχίαν, οἳ κατὰ

καιροὺς ἐπὶ σκανδάλῳ καὶ ταραχῇ καὶ διαφωνίᾳ μεγίστῃ ἐπεισφρήσαντες

ὤφθησαν τῇ ἐκκλησίᾳ, οὓς ὁ Κύριος ἠφάνισεν, ἐκ μέσου ποιησάμενος ὡσεὶ χνοῦν

ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ τὴν ἐν αὐτοῖς τοῦ ἐχθροῦ δύναμιν

ἐτροπώσατο καὶ τὴν εἰρήνην ἐβράβευσεν ἐφ’ ἱκανοῖς ἤδη τοῖς χρόνοις, ἐξεγένετο

[180] νῦν στάσιν καὶ διαφωνίαν ἐγγενέσθαι τῇ ῥηθείσῃ τῶν Γραικῶν ἐκκλησίᾳ τῷ τινὰς

αὐτῆς τὸν λατινισμὸν καταδέξασθαι καὶ οἱονεὶ τῆς γειναμένης καὶ θρεψαμένης

αὐτοὺς μητρὸς ἀπορραγῆναι ταύτης δὴ τῆς ἐκκλησίας, οἷά τινας πατραλοίας μήτε

[4v] τὸ γῆρας αὐτῆς αἰδεσθέντας, ὅτι πα|λαιὰ καὶ ἡλικιῶτις τῆς πίστεως, μήτε ταῖς

θεοπνεύστοις γραφαῖς στοιχῆσαι θελήσαντας, ἀφειδήσαντας δὲ μᾶλλον ἑαυτῶν

[185] καὶ τῇ τῶν ἰδίων ψυχῶν ἐφησθέντας ἀπωλείᾳ, οἳ δὴ καὶ καθ’ ἑαυτοὺς ἑτέρας

ἐκκλησίας συνεστήσαντο σύστημα, λατινικῆς πάντως, ἀρχιεπισκόπῳ τε καὶ ἐπι-

σκόποις καὶ κλήρῳ ταύτην ἀπαρτίσαντες, τί χρὴ ποιεῖν ἡμᾶς τοὺς μὴ προδοῦναι

θελήσαντας τὴν τῶν δογμάτων ἀκρίβειαν, ἣν ἐκ πατέρων παρελάβομεν, μηδὲ

πλάνην καταγνῶναι τῆς ἐκκλησίας, ἣν καλῶς ᾠκοδομῆσθαι πεπείσμεθα τοῖς

[190] ὑγιέσι δόγμασι καὶ ἐπ’ ἀσφαλοῦς βεβηκέναι τῆς πίστεως, ἀκρογωνιαῖον λίθον ἔχου-

σαν καὶ στῦλον ἀκράδαντον αὐτὸν τὸν Κύριον καὶ τὰς αὐτοῦ θείας παραδόσεις, ἐν

πληρώματος δὲ λόγῳ τὸν χορὸν τῶν θεοφόρων ἁγίων ἀποτροπιαζομένων ταῖς

σφῶν αὐτῶν ἐγγράφοις τε καὶ ἀγράφοις διδασκαλίαις πᾶσαν αἵρεσιν, ἃς οἱ Λατῖνοι

ἀνανεώσαντες ὤφθησαν ἰδίαις διανοίαις ᾄσαντες παρ’ αὐλόν, ἀπειθεῖς φανῆναι

[195] πάντως καὶ αὐτοῖς μὴ ὑπείκοντας, ἐξελθεῖν δ’ ἐκ μέσου αὐτῶν καὶ ἀφορισθῆναι, κατὰ

τὸν προφήτην εἰπεῖν, καὶ τοὺς κοινωνήσαντας τοῖς ἀκοινωνήτοις τῆς ἐκκλησίας

ἀκοινωνήτους ἡγεῖσθαι καὶ ἔχειν; Τοῦτο δ’ οὐκ ἔστιν ἀπειθεῖν τῇ ἐκκλησίᾳ, ἀλλὰ

συνηγορεῖν τῇ ἀληθείᾳ, οὐδ’ αὐθαδείας ἔχεσθαι, ἀλλ’ εὐσεβείας ἀντέχεσθαι· ἧς

ἕνεκε, πολλοὶ τῶν θεοφόρων καὶ ἁγίων ἀνδρῶν, μᾶλλον δ’ οἱ καθόλου πάντες,

11172-173 ἀρχεκάκου ἐχθροῦ cf. Jean Chrysostome, In Psalmum 118, dans PG 55, col. 704, l. 4 ‖ 177-178 ὡσεὶ-γῆς Ps 1, 4 ‖ 179 τὴν-ἐβράβευσεν cf. Col 3, 15 ‖ 190 ἀκρογωνιαῖον λίθον Is 28, 16 ‖ 195 ἐξελθεῖν-ἀφορισθῆναι Is 52, 11; 2 Co 6, 17 ‖ 196-197 τοὺς κοινωνήσαντας-ἔχειν cf. canon 2 du synode d’Antioche, dans Discipline générale antique ( iv e- ix e s.). I, 2, Les canons des synodes particuliers, éd. P.-P. Joannou, Rome 1962, p. 10611-17

12175 ἀλληλουχίαν M: ἀδολεσχίαν Dos. ‖ 176 ταραχῇ M corr. ‖ 180 ῥηθείσῃ M: ῥηθήσει Dos. ‖ 182 τινας πατραλοίας M: τινὲς πατραλοῖαι Dos. ‖ 183 αἰδεσθέντας M: αἰδεσθέντες Dos. ‖ ἡλικιῶτις ego: ἠλικιώτις M ἡλικιώτης Dos. ‖ 184 θελήσαντας M: θελήσαντες Dos. ‖ ἀφειδήσαντας M: ἀφειδήσαντες Dos. ‖ 185 ἐφησθέντας M: ἐφησθέντες Dos. ‖ 193 ἃς Dos.: αἳ M ‖ 199 ἕνεκε M : ἕνεκεν Dos.

[200] ἐπὶ τοὺς ἀντικαθισταμένους ταύτῃ στερρῶς ἠγωνίσαντο συγγραφαῖς τε καὶ εἰση-

γήσεσι, καὶ καιροῦ καλοῦντος πρὸς πᾶσαν βασάνων ἰδέαν ἀνδρείως ἀντέστησαν,

τῶν τε ἰδίων αἱμάτων ἀφειδήσαντες καὶ τὸν φοβερὸν πᾶσι θάνατον παρ’ οὐδὲν

[5] θέμενοι. Εἰ γοῦν καὶ ἡμεῖς, ἐχόμενοι ταύτης, θλίψεις ἢ στενοχωρίαν ἢ διωγμὸν

ὑποίσομεν, ὃ ὀφείλομεν ποιῆσαι ποιοῦμεν· καὶ γὰρ ἐν τῷ παρόντι, πάνυ μετρία ἡ

θλίψις καὶ ὀλίγος ἐστὶν ὁ πειρασμὸς ὃν ἐν τῷ φυλάττειν τἀληθὲς τῶν δογ|μάτων

φέρομεν, πρὸς τοὺς ἐν ταῖς πάλαι ταραχαῖς τῆς ἐκκλησίας φθάσαντας γενέσθαι

τισὶ συγκρινόμενος. Ἐπεὶ τοίνυν οὕτως ὁρᾷς ἡμᾶς ἐνισταμένους καὶ πάντα παθεῖν

ἑτοίμους ὄντας ἢ προδοῦναι τὸ ὀρθόδοξον, ἔχου καὶ αὐτὸς τῆς τοιαύτης ἀπλανοῦς

ὁδοῦ, ἐμοὶ καὶ τῇ ἀληθείᾳ πειθόμενος· ἡ γὰρ καθ’ ἡμᾶς ἐκκλησία, τῇ χάριτι τοῦ

[210] Κυρίου, ὅπερ ἀνέκαθεν εὐσεβὲς δόγμα παρέλαβεν ἐν τῇ καταβολῇ τῆς πίστεως καὶ

τὸ ἱερὸν αὐτῆς σύμβολον ἀμεταποίητον καὶ ἀπαρασάλευτον καὶ ἀνόθευτον πάντη

τετήρηκε, κατὰ τοὺς ὅρους τῶν ἁγίων, καὶ δι’ αὐτοῦ πᾶσαν αἵρεσιν ἐτροπώσατο

καὶ εἰσέτι καὶ νῦν ἀπωθεῖται. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ἐλθών, πάλιν ὡς ἐν ὀλίγῳ

μέλλεις ἀπᾶραι, οἷς ἂν συγγένῃ πάντας εἰσηγοῦ ἀκριβῶς ἔχεσθαι τῆς πατροπαρα-

[215] δότου καὶ ἀπλανοῦς πίστεως καὶ τῇ ἐκκλησίᾳ προσκεῖσθαι, ἣ μήτε προσθήκην τινὰ

ἐν τῷ τῆς πίστεως συμβόλῳ κατεδέξατο, οὔτε νέα τινὰ καὶ παράμουσα δόγματα

διδάσκει, ἀλλὰ καὶ τοὺς τὰς κενοφωνίας ἀπὸ κοιλίας φθεγγομένους καὶ παρ’ ὃ

παρέλαβεν εὐαγγελιζομένους δικαίως ἀποδιοπομπεῖται καὶ ἀποκόπτει ἑαυτῆς, ὡς

σεσηπότα μέλη καὶ ἀνίατα νοσοῦντας. Ὀφείλομεν καὶ γὰρ δήπου τὴν τῆς καθ’ ἡμᾶς

[220] ἐκκλησίας ὀρθοδοξίαν κηρύττειν, οὐκ ἀμφίβολον οὖσαν καὶ ἀμάρτυρον καὶ ἀντι-

λεγομένην, ἀλλὰ πάνυ βεβαίαν καὶ ἀληθῆ καὶ τοῖς ἁγίοις πᾶσι μαρτυρουμένην

καὶ ὑπὸ τῶν ἐχθρῶν αὐτῶν στέργεσθαι ἀξιουμένην, ἣν ὑποτιθέναι ταῖς ἁπάντων

ψυχαῖς πάσῃ δυνάμει σπουδαστέον, ἵνα μὴ λάθωμεν ἐπισπασάμενοι τὴν τοῦ

κρύψαντος τὸ τάλαντον καταδίκην.

[225] Μονaχος Ὁ μὲν λόγος μακρὸς καί, ὡς ἔχω νοεῖν λίαν ἀμυδρῶς καὶ μετρίως,

ἑκάστῃ λέξει πολλή τις ἔγκειται ἡ κατ’ ἔννοιαν δύναμις. Ὁ δὲ νοῦς μου βραχὺς

καὶ περὶ πολλῶν ἔχοντί μοι πυθέσθαι, οὐχ οἷός τέ ἐστιν ἐν περιλήψει γενέσθαι,

οὐδὲ τοῦ πολλοστοῦ, ὥστ’ ἐξαγγεῖλαι τῷ προφορικῷ καὶ πλατυσμὸν σαφηνείας

[5v] αἰτήσασθαι· ἀλλ’ ἀξιῶ σου τὴν ἁγιότητα, εἴ με δι|δάξαις τίσιν αἰτιάμασι κατέγνωτε

[230] τὴν λατινικὴν ἐκκλησίαν καὶ τίσι κωλυόμενοι οὕτως ἐνίστασθε σφοδρῶς καὶ

ἀσυγκαταβάτως ἔχετε δέξασθαι Λατίνους εἰς κοινωνίαν, ἐπήβολος ἔσομαι καὶ

τοῖς λοιποῖς.

Ἱερομνημων Ἀλλ’ ἀνταξιῶ κἀγώ σου τὴν ἀγάπην, ἔασον τὸν περὶ τούτου λόγον

καὶ μέχρι τοῦδε στήτω τὰ περὶ τούτων. Ὅτι μὲν γὰρ ὀρθόδοξον τὸ πρεσβευόμενον

13217 ἀπὸ-φθεγγομένους cf. Is 8, 19 ‖ 217-218 παρ’-εὐαγγελιζομένους Ga 1, 9 ‖ 223-224 τὴν-καταδίκην cf. Mt 25, 14-30

14207 καὶ om. Dos. ‖ 211 αὐτῆς M: αὐτὸ Dos. ‖ 217-218 τοὺς... φθεγγομένους... εὐαγγελιζομένους M: τὰ... φθεγγόμενα... εὐαγγελιζόμενα Dos. ‖ 219 νοσοῦντας M: νοσοῦντα Dos. ‖ 225 μακρὸς M: μικρὸς Dos. ‖ 226 ὁ δὲ Dos.: ὅδε M ‖ 227 πυθέσθαι M: πειθέσθαι Dos. ‖ γενέσθαι M corr. ‖ 231 ἐπήβολος M: ἐπίβολος Dos.

[235] ἡμῖν δόγμα, εὐτόνως ἂν πάνυ διατειναίμην καὶ ἐνώπιον βασιλέων καὶ τυράννων,

εἰ δεήσει, λίαν εὐπαρρησιάστως καθομολογήσαιμι, ὀφείλων τοῦτο τῇ θρεψαμένῃ

μ’ ἐκκλησίᾳ καὶ ἣν ἔφθην εἰπὼν καταδίκην ὑφορώμενος. Αἰτιάματα δὲ καταλέγειν

ἑτέρας ἐκκλησίας καὶ κωλύματα καὶ ἐνστάσεις, ἑτέροις παραχωρῶ τοῖς

ἐπιτηδείοις πρὸς τοῦτο· ἐμοὶ γὰρ οὔτε πρὸς τρόπου, οὔτε πρὸς τῆς ἐν λόγοις

[240] δυνάμεως ἢ τῆς εἰδήσεως τῶν Γραφῶν· πρὸς δὲ καὶ οὐκ ἀκίνδυνόν ἐστι τὸ περὶ

τούτων διεξιέναι.

Μονaχος Παῦσαι μετριάζων παρακαλῶ· οὐ γὰρ μαρτυρεῖ σοι ὁ λόγος οὔτε Γραφῶν

ἄγνοιαν, οὔτε μὴν τὸ μὴ δύνασθαι λόγοις θεραπεῦσαι τὸ ζητούμενον· ἔπεισι δέ μοι

θαυμάζειν ὅπως ὡς τάχιστα λήθην ἔσχες οὗ νῦν εἴρηκας λόγου, ἤδη γὰρ εἰπὼν ὡς

[245] ἀνενδοιάστως καὶ λίαν εὐπαρρησιάστως κηρύξεις, εἰ δεήσει, τοὺς περὶ τούτων

λόγους, νῦν φαίνῃ κίνδυνον ἐν τῷ λέγειν ταῦτα ὑφορώμενος.

Ἱερομνημων Τὴν ὀρθοδοξίαν, εἶπον, τῆς ἐκκλησίας ἀνυποστόλως ὁμολογήσαιμι,

οἷς δὲ Λατῖνοι ἀπόβλητοι καὶ εἰς κοινωνίαν ἀπρόσδεκτοι διδάσκειν οὐκ ἐφ’ ἡμῖν.

Μονaχος Ἀλλὰ τῇ παραθέσει τοῦ ψεύδους ἡ ἀλήθεια διάδηλος γίνεται, καὶ τὸ τὴν

[250] κακοδοξίαν ἐξελέγχειν συνιστᾶν ἐστὶ τὸ ὀρθόδοξον.

Ἱερομνημων Ἀλλ’ οἱ τὰ Λατίνων φρονήσαντες καὶ τῆς αὐτῶν ἐκκλησίας προϊστά-

μενοι, τὸ δύνασθαι σήμερον κεκτημένοι, ἐγκαθέτους τινὰς ἔχουσι καὶ θηρολέκτας·

  • 10 Προσαγγέλλοντα : la forme προσαγγέλλοντας subit l’attraction de αὐτοὺς qui précède, mais le partic (...)

[6] εἴ πού τιν’ ἐφεύρωσι τὰ περὶ τούτων διεξιόντα ὡς αὐτοὺς | προσαγγέλλοντα,10

κἀκεῖνοι τὰς δεινοτάτας τῶν ἀπειλῶν ἐπισείουσι λίαν ἀπηνῶς μετελεύσεσθαι

[255] τοῦτον, ὡς οὐ περὶ δογμάτων λέγοντα, ὃ πᾶσιν ἐφεῖται, ἀλλ’ ὡς ὕβρεις τὰς μεγίστας

αὐτῶν καταχέοντα· καὶ αὐτὸ γὰρ τὸ Λατίνους ὀνομάζεσθαι ἐν ὕβρεως μέρει

παρ’ αὐτοῖς τέτακται.

Μονaχος Καὶ εἰκότως· μὴ ὄντες γὰρ τῷ γένει Λατῖνοι, οὐδὲ καλεῖσθαι ἀνέχονται.

Ἱερομνημων Οὐκ εἰς τὸ γένος διαβάλλοντες αὐτοὺς Λατίνους φαμέν. Κατὰ γένη

[260] μὲν γὰρ καὶ ἔθνη διακρίνονται τὰ φῦλα τῶν ἀνθρώπων καὶ διακεκριμένως τὴν

κλῆσιν κέκτηνται· εἰς ἣν δ’ ἂν δόξαν πίστεως ἕκαστον ἑκάστῳ συνέρχεται, μίαν

κοινὴν καὶ τὴν ἐπωνυμίαν πλουτοῦσι. Παρ’ ἡμῖν μὲν γὰρ Θρᾷκες καὶ Παίονες καὶ

Τριβαλλοὶ καὶ Ῥῶσοι καὶ Ἴβηρες, Ζῆκχοι, Γότθοι καὶ ἄλλα πολλὰ γένη· ἀλλὰ

Γραικοὶ παρ’ ἐκείνοις κεκλήμεθα μιᾷ κλήσει κοινῇ. Παρ’ ἐκείνοις δ’ αὖ Ἰταλοὶ καὶ

15235 ἐνώπιον-τυράννων cf. Jean Damascène, Barlaam and Joasaph, éd. G. R. Woodward et H. Mattingly, Cambridge (MA), 1914, p. 6041 ‖ 252 ἐγκαθέτους Lc 20, 20

16250 ἐξελέγχειν M: ἐξελέγχον Dos. ‖ 253 προσαγγέλλοντα ego: προσαγγέλλοντας M προσαγγέλοντας Dos. ‖ 254 λίαν Dos.: λείαν M ‖ 258 ὄντες Dos.: ὄντα M

[265] Ἰσπανοὶ καὶ Βρετανοὶ καὶ Οὖννοι καὶ ἄλλα γένη· ἀλλὰ Λατίνους αὐτοὺς ὀνομάζομεν.

Σκέψαι δέ· εἴ τις προσέλθοι τῇ καθ’ ἡμᾶς εὐσεβείᾳ καὶ τὸ βάπτισμα δέξαιτο, οὐκ ἂν

κληθείη ἀπὸ Χριστοῦ; Καὶ τῇ ἀσεβείᾳ τις ἀθλίως αὐτομολήσας, οὐκ ὀνομάζεται

Τοῦρκος; Καὶ τοῖς Ἀρμενίοις τις προσρυεὶς οὐκ Ἀρμένιος; Καὶ οἱ τὸν ἀρειανισμόν

ποτε καταδεξάμενοι, οὐκ Ἀρειανοὶ ἐπεκέκληντο; Καὶ οἱ καθεξῆς ἅπαντες, ᾗ ἂν

[270] προσετέθησαν δόξῃ πίστεως, οὐκ ἀπ’ ἐκείνης τοὐπίσημον τῆς κλήσεως ἔσχον;

Καὶ τὸν ἀπὸ Λατίνων τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ προσθέμενον Γραικὸν ὀνομάζομεν,

καὶ τὸν τὴν Λατίνων δόξαν φρονήσαντα Λατῖνον δικαίως καλοῦμεν. Πῶς οὖν

ὕβρις τοῦτο καὶ εἰκότως ἐπὶ τούτῳ δυσχεραίνουσιν, ὡς αὐτὸς φῄς; Δέον εἰ μὲν ὡς

εὐσεβεστέρᾳ δόξῃ συνέθεντο, κἀπὶ ταύτῃ σεμνύνεσθαι, εἰ δὲ διαβεβλημένη ἐστί τε

[6v] καὶ λέγεται καὶ ὀνείδους πρόξενος καὶ αἰ|σχύνης αἰτία, προτροπάδην φεύγειν

ταύτην. Ἀλλ’ ἔλαθον εἰς ὅπερ ἐδεδίειν ἐμπεσών· ἔοικας, πάτερ, ἐκείνων εἶναι καὶ

αὐτὸς τῶν ἀντ’ ὀφθαλμῶν καὶ ὤτων αὐτοῖς προβεβλημένων καὶ οἷς τὰ παρ’ ἡμῖν

ἅπαντα εὐχερῶς ἔχουσι μανθάνειν.

Μονaχος Οὐδαμῶς, ὁ Κύριος οἶδε.

[280] Ἱερομνημων Ἀπόστηθι τοίνυν ἀπ’ ἐμοῦ, ἐκλιπαρῶ. Τοιούτοις καὶ γὰρ δή τισιν

ἀνθρώποις ξένοις καὶ ἀγνώστοις τὰ τοιαῦτα κατορθοῦσιν οἱ περὶ ταῦτα δεινοί,

ἵν’ ὡς ἀγνῶσί τινων συγγενομένων τούτοις καὶ βαθύτερόν τι γνώμης ἀνακα-

  • 11 ἵν’-λόγων : la conjonction ἵνα n’est pas suivie d’un verbe conjugué, puisque le reste de la phrase (...)

λυψάντων τῷ πλατυσμῷ τῆς ὁμιλίας καὶ τῇ παρακινήσει τῶν λόγων11. Οὐ γὰρ

ἐψεύσατο ὁ εἰπὼν ἐοικέναι τούτους κερασίοις συνεχομένοις ἐν καλαθίσκῳ· ὧν

[285] ἑνὸς ἑλκομένου, δύο εὐθὺς συνεφέλκεται, τοῖς δὲ τέτταρα ἕπεται, καὶ τοῖς πάντα

σχεδὸν τὰ λοιπὰ ἐπισύρεται· ἐξέσται τούτοις δι’ αὐτῶν μανθάνειν ἅπερ ἂν

βούλοιντο. Εἰ γοῦν καὶ αὐτὸς τοιοῦτος, ὅπερ ἂν ἡ συνείδησις πληροφορήσει σε

πυθέσθαι παρ’ ἐμοῦ ἐχόμενον ὕβρεως, μὴ κατοκνήσῃς προσαγγεῖλαι.

Μονaχος Ὁ πάντ’ ἐφορῶν ἀλάθητος ὀφθαλμὸς εἶδε τοῦ Θεοῦ ὡς ἀδικεῖς

[290] τοιαῦθ’ ὑποπτεύων κατ’ ἐμοῦ.

Ἱερομνημων Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω, φησὶν ὁ ἀπόστολος. Εἰ μὴ γάρ τις

τῆς αὐτοῦ ἰσχύος καὶ οἰκονομίας τὸ πᾶν τοῦ δοκοῦντος κατορθώματος ἐξαρτήσει,

λέληθεν ἑαυτὸν πρὸς τὸ φαρισαϊκὴν ἀπενέγκασθαι καταδίκην, καὶ ἔκπτωσιν

τἀγαθοῦ καὶ τὴν εἰς τοὐναντίον παρεκτροπὴν ὑποστάς· μαρτυρεῖ μου τῷ λόγῳ τὸ

17291 ὁ-καυχάσθω 1 Co 1, 31 et 2 Co 10, 17, mais la citation vient de la Septante 1 R 2, 10; Od 3, 10; Jr 9, 23

18265 Οὖννοι ego: Οὕνοι M Οὖνοι Dos. ‖ 267 τῇ ἀσεβείᾳ M: τοῖς ἐθνικοῖς Dos. ‖ 268 Τοῦρκος M: ἐθνικὸς Dos. ‖ 269 ἐπεκέκληντο Dos.: ἐπεκέκλητο M ‖ 272 Λατῖνον M: Λατίνων Dos. ‖ 273 εἰ μὲν om. Dos. ‖ 280 καὶ M s. l. ‖ δή om. Dos. ‖ 289 εἶδε M: οἶδε Dos.

[295] κατὰ τὸν κορυφαῖον ἀπόστολον χάριν τοῦ πεπαιδεῦσθαι φρονεῖν ἡμᾶς οὕτως οἰκονο-

μηθέν. Ἐπ’ ἐμὲ γὰρ ἔπνευσαν ὁρμῇ πάνυ πολλῇ πλέον ἢ κατ’ ἄλλων, θλίψεις ὅτι

πολλὰς καὶ περιφρονήσεις καὶ πειρασμοὺς ἐπάγοντες· ἀλλ’ ἐπεὶ πάντα γενναίως

7ὑποφέρω, αἴτιά μοι γίνονται ταῦτα θείᾳ προνοίᾳ εὐκλείας καὶ δόξης καὶ | φήμης

ἀγαθῆς, καὶ νῦν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασιν ὄνομα τοὐμὸν ὡς εὐσεβοῦς, ὡς

[300] ἀθλητοῦ, ζηλούμενον καὶ μακαριζόμενον, τὰ δ’ ἐναντία τούτων τοῖς πειράζουσι

προστρίβεται. Κἀκ τούτου συμβαίνει πλέον ἐπιστηρίζεσθαί με τῇ ὀρθοδοξίᾳ καὶ

κατὰ τῆς πλάνης ἐνίστασθαι, τῇ θείᾳ ἐπικουρίᾳ συγκροτούμενος καὶ σὺν εὐκλείᾳ

τὴν εὐσέβειαν πλουτῶν· δι’ ὑπομονῆς γάρ, φησὶ Παῦλος, τὴν σωτηρίαν ἀπεκδεχόμεθα·

ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. Ἀλλὰ καὶ τὸ

[305] περιὸν τῆς δόξης τοσοῦτον ἐπεχορήγησέ μοι πλουσίως ὁ τῶν ἀγαθῶν πρύτανις

καὶ τῶν εἰς αὐτὸν ἐλπιζόντων κηδεμονικώτατος οἰκονόμος καὶ βοηθός, ὡς καὶ

  • 12 τοῖς : l’article se rapporte à ἀπῳκισμένοις et non à πατρίδος.

τοῖς12 πόρρω που τῆς πατρίδος ταύτης καὶ βασιλευούσης τῶν πόλεων ἀπῳκισμένοις

διαδοθῆναι τοὐμὸν ὄνομα σὺν εὐφημίαις μεγίσταις οἰκονομῆσαι καὶ μακαρισμοῖς.

Καὶ νῦν ὁρᾶν ἔξεστιν ὁσημέραι τοὺς ἑκασταχοῦ τῶν τῆς γῆς μερῶν εὑρισκομένους

[310] τῆς ὀρθοδοξίας ζηλωτὰς ταῖς ἐκ λόγων τιμαῖς καὶ γραφαῖς ἐπαίνοις συγκεκροτη-

μέναις καὶ ἄλλαις δωρεαῖς με δεξιουμένους· ἃ πάντως ἑπόμενον προσεῖναι καὶ

τοῖς τοῦ αὐτοῦ ζήλου μοι προϊσταμένοις καὶ τὴν αὐτὴν ὁδὸν τῆς ὀρθοδοξίας σὺν

ταῖς ἐκ τῶν ἐναντίων θλίψεσι τρέχουσιν. Ὀλίγα γάρ φησι παιδευθέντες μεγάλα

εὐεργετηθήσονται· καὶ ὁ ἀπόστολος ὅτι ἀποδώσει ὁ Θεὸς τοῖς μὲν καθ’ ὑπομονὴν

[315] ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δ’ ἐξ ἐριθείας

ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· θλίψις καὶ στενο-

χωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. Εἴπερ γοῦν καὶ νῦν,

εἴτε αὐτός, εἴτε ἄλλος ὁστισοῦν τῶν εἰωθότων ὁσῶραι λόγοις παροτρύνειν τοὺς

[7v] νῦν δυνα|μένους κατ’ ἐμοῦ, οὐδὲν δ’ ἄλλο παρακερδαινόντων ἐκ τούτου, εἰ μὴ τὸ

[320] τῇ ἀπολαύσει τῆς σφῶν αὐτῶν κακίας ἐντρυφᾶν, ὥσπερ οἱ δαίμονες, πλείους

  • 13 ἐξαγγέλλειν : j’ai retenu la forme de l’infinitif présent, comme les autres infinitifs parallèles (...)

πάλιν τοὺς πειρασμοὺς τῷ τὴν ἀλήθειαν ἐξαγγέλλειν13 με καὶ τὰ δικαιώματα διη-

γεῖσθαι τοῦ Θεοῦ καὶ τὰς αἰνέσεις αὐτοῦ μεγαλύνειν, ἐνσκῆψαί μοι παρασκευάσει,

ἀλλ’ ἐγὼ καὶ χάριτας ὅτι πολλὰς καὶ μεγάλας ὁμολογήσω τῷ τοιούτῳ, ὅστις

ποτ’ ἂν εἴη, ὡς αἰτίῳ μοι δόξης πλείονος καὶ μακαρισμοῦ γινομένῳ. Ὅθεν καὶ

[325] εὐεργέτην λογιστέον τὸν τοιοῦτον ὅσα ἐμὲ εἰδέναι, εἰ κἀκεῖνος τὸ τοῦ Σατανᾶ

διδασκάλιον ἐνδομυχοῦν τῇ ἰδίᾳ περιφέρει ψυχῇ καὶ κατὰ τῶν ἀδελφῶν φέρεται,

καὶ Κάϊν ἄλλος ἀδελφοκτόνος καὶ γνώμῃ καὶ πράξει καὶ προαιρέσει καθ’ ὥραν

γινόμενος. Ὅθεν καὶ δρώντων ἅπαντ’ ἀτεχνῶς ὅ τι καὶ βούλονται καθ’ ἡμῶν, οὐδὲν

γὰρ τῶν πάντα παθεῖν ἑτοίμων ὑπὲρ τοῦ καλοῦ γενναιότερον. Εἰ θέλουσί φησι

19295-296 χάριν-οἰκονομηθέν cf. 1 Co 11, 31; He 12, 6 ‖ 296 ἔπνευσαν-πολλῇ cf. supra l. 139 ‖ 303-304 δι’ ὑπομονῆς-ἡμῶν Rm 8, 25-26 ‖ 314-317 τοῖς-κακόν Rm 2, 7-9

20301 τούτου M: τούτων Dos. ‖ 307 τοῖς ego : τῆς M Dos. ‖ 309 ὁρᾶν M p. c.: ὁρᾷς M a. c. ‖ 318 ὁστισοῦν M: τὶς Dos. ‖ ὁσῶραι M: ὁσαιῶραι Dos. ‖ 321 ἐξαγγέλλειν ego: ἐξαγγέλειν M Dos. ‖ 326 διδασκάλιον ego: διδασκαλίον M διδασκαλεῖον Dos.

[330] πρίσαι, πρισάτωσαν, ὁ δεῖνα προφήτης προὔλαβε παραμυθούμενος· εἰ θέλουσιν

ἐξορίσαι, τῆς ἐπιθυμίας μὴ ἀποστήτωσαν, ἄλλος προφήτης ἢ τῶν ἀποστόλων

ὁ χορὸς ἢ καὶ τῶν μαρτύρων ἀλείπτης ἅμα καὶ ὑπογραμμὸς ἡμῖν καθέστηκεν·

εἰ θέλουσι καταποντίσαι, μυρίους ἔχομεν συμπάσχοντας ἢ καὶ πρὸ ἡμῶν τοῦτο

  • 14 ἀπογεγραμμένων : il ne s’agit pas d’une citation littérale, et ce participe devrait se rapporter à (...)

παθόντας, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζώντων ἀπογεγραμμένων14ἐν οὐρανοῖς· εἰ θέλουσι

[335] τὰς κεφαλὰς ζημιῶσαι ἢ τὰς χεῖρας ἢ τὰς γλώττας, καὶ τοῦτο ῥᾳδίως ὑποίσομεν

καὶ θείας προνοίας καὶ ἐπισκέψεως ἑαυτοὺς ἀξίους γεγονέναι λογιούμεθα Οὐκ

ἤκουσταί σοι περὶ Μελετίου τοῦ ὁσίου ἐκείνου, ὃς καὶ τὸν μαρτυρικὸν ἀπέλαβε

στέφανον καὶ παρὰ Θεοῦ ἀνηγόρευται τῷ τὸ ἅγιον αὐτοῦ λείψανον ἀσινὲς

τηρηθῆναι τῇ διαφθορᾷ ᾗ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις ὑπόκειται, πλὴν ὧν τὰ

[8] ἔργα καὶ οἱ ἀγῶνες διὰ τὴν πρὸς Θεὸν | ἀγάπην ὑπὲρ ἄνθρωπον, καὶ διὰ τοῦτο

καὶ παρ’ αὐτοῦ ἀνακηρυττομένων, ἐπ’ αἰσχύνῃ μὲν τῶν θλιψάντων αὐτούς,

στηριγμῷ δὲ τῶν ὀρθοδοξεῖν αἱρουμένων;

Μονaχος. Ἀνήκουστά μοι πάντη τὰ περὶ αὐτοῦ· ἀλλ’ ἀξιῶ σε, φράσον μοι τὰ

κατ’ αὐτόν, ὅπως τε καὶ παρὰ τοῦ καὶ πότε ταῦτα γέγονε.

[345] Ἱερομνημων Πολὺς ὁ περὶ τούτου λόγος καὶ ἡμῖν ἀνεπιχείρητος· τίς γὰρ ἂν

ἐξισχύσει θεοφιλοῦς ἀνδρὸς τρόπον καὶ γενναῖα κατορθώματα καὶ τὴν πρὸς Θεὸν

αὐτοῦ καθαρὰν εὔνοιαν καὶ πίστιν ἀξίως διηγήσασθαι; Ἀλλ’ ἵνα μὴ τοιούτου

ἀνδρὸς ἀρετὴν καὶ κατόρθωμα, ὠφέλειαν οὔ τι μικρὰν ἐν τῷ μεμνῆσθαι τούτου

καὶ λαλεῖσθαι παρέχον, σιγῇ παραδράμωμεν, αὐτὸ τὸ κεφάλαιον τοῦ πράγματος

[350] ὅσον οἷόν τ’ ἐπιτόμως ἐρῶ σοι. Κατὰ τὸν καιρὸν ὃν Μιχαὴλ ἐκεῖνος ὁ πρῶτος τῶν

Παλαιολόγων, ὁ ἐπικληθεὶς ἀζυμίτης, ταῖς λατινικαῖς συναπήχθη πλάναις καὶ

τοῖς τὰ ἄζυμα καὶ τὴν νεκρὰν θυσίαν τιμῶσι προσετέθη, ἐξ ὧν καὶ τοὐπίκλην

ἐδέξατο, καὶ ψευδῆ καὶ ἀσύστατον, οἵαν καὶ οἱ νῦν, ἕνωσιν καὶ τότε ἐποίησεν, ἣν

θυσίαν Ps 105, 28

καὶ οὐχ οἷός τ’ ἐγένετο συστῆσαι καὶ μόνιμον ἀποκαταστῆσαι, πλείστην ὅσην

21329-330 εἰ-πρισάτωσαν cf. Am 1, 3 ‖ 334 ὧν-οὐρανοῖς cf. Lc 10, 20; cf. Ph 4, 3 ‖ 352 νεκρὰν

22329 γενναιότερον M corr. ‖ 332 καθέστηκεν Dos.: καθ’ ἕστηκεν M ‖ 333 καταποντίσαι Dos.: καταποτίσαι M ‖ 334 ἀπογεγραμμένων M Dos.: an ἀπογεγραμμένα ? ‖ 339 ὑπόκειται M corr. ‖ 346 ἐξισχύσει M : ἐξισχύσειε Dos. ‖ 348 οὔ τι M : οὕτως οὐ Dos.

[355] σπουδὴν πρὸς τοῦτο εἰσενεγκάμενος καὶ τυραννικῶς κατὰ τῶν ὀρθοδοξίας

ἀντεχομένων ἐπιθέμενος καὶ πλείστους αὐτῶν αἰκίσας καὶ ἀκρωτηριάσας καὶ

καταποντίσας καὶ τοῦ ζῆν ἀποστήσας, τότε τοίνυν ἀσκοῦντι τῷ θείῳ Μελετίῳ ἔν

τε τῷ Γαλησίῳ ὄρει ὁτὲ δὲ καὶ ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ μιᾷ τῶν ἡμερῶν

ὄψις ἐπιφαίνεται θεία ἐς τὴν Κωνσταντίνου ἐλθεῖν ἐπὶ πολλῶν ὠφελείᾳ κελεύ-

[360] ουσα. Καὶ δὴ τῷ καλέσαντι πεισθείς, ἀφῖκτο καὶ τὴν ὑγιᾶ δόξαν πᾶσιν ὑπετίθετο,

τῆς λατινικῆς πλάνης τούς τε συναπαχθέντας ταύτῃ ὡς οἷόν τε ἀφιστὰς καὶ τοὺς

ἐνισταμένους στηρίζων καὶ ὑπαλείφων πρὸς ἀντιπαράταξιν τοῦ καινοῦ τούτου

[8v] δόγ|ματος. Ἦν γὰρ καὶ λόγου δυνάμει σοφὸς ὁ ἀνήρ, ὡς τὰ αὐτοῦ συγγράμματα

μαρτυρεῖ ὅσα κατὰ τοῦ τοιούτου δόγματος ἐξέθετο, καὶ τῆς κατὰ πρᾶξιν ἀρετῆς

[365] ἐς τὰ μάλιστα μέτοχος· εἶχε δὲ συνεργὸν πρὸς τοῦτο καὶ Γαλακτίωνά τινα

συνασκητὴν καὶ τοῦ ἱερατικοῦ κατηξιωμένον ἀξιώματος.

Ἀλλ’ εἰς τὰς τοῦ κρατοῦντος ἀκοὰς τὰ περὶ τούτων φθάσαντα, οὐ μικρῶς τοῦτον

ἐτάραξε· καὶ δὴ συλληφθῆναι τούτους κελεύει καὶ ὡς αὐτὸν κατὰ τάχος ἐνεχθῆναι.

Οἷς παραστᾶσιν ἄγριον ἐνατενίσας· τίς ἡ τοσαύτη τόλμη καὶ αὐθάδεια ὑμῶν, ἔφη,

[370] ὡς τὰς ἡμετέρας διατάξεις παρ’ οὐδὲν θέσθαι, ἐπὶ τοσοῦτον δ’ ἀπονοίας ἐλθεῖν, ὡς

καὶ τὴν μετὰ σκέψεως ἀκριβοῦς καὶ συνοδικῆς οἰκονομίας γεγονυῖαν, ὀφειλομένην

δ’ ὅμως ὑποταγὴν τῷ μακαριωτάτῳ πατρὶ παντὸς ἀπὸ Χριστοῦ κεκλημένῳ, ἣν

σήμερον ἀνανεώσασθαι προὐθέμεθα, καλῶς ποιοῦντες, τῇ τῶν πρὸ ἡμῶν αὐθα-

δείᾳ λήξασαν καὶ τὰ μέγιστα τὸ καθ’ ἡμᾶς φῦλον ἐκ τούτου ζημιώσασαν, ὡς τὸ

[375] ἐνὸν ἡμῖν αὖθις παρεμποδίσαι καὶ ἀνατρέψαι πάντα τρόπον ποιεῖν; Οὐκ ἴστε ὅτι

βλάβης οὔ τοι μικρᾶς πρόξενον τοῦθ’ ὃ διαπράττεσθε; Οὐκ ἐννοεῖτε πῶς ἔτι

χθὲς καὶ πρότριτα Λατῖνοι, καὶ ταῦτα μηδὲν ἔχοντες ἐγκαλεῖν ἡμῖν, βαρείᾳ ὅμως

χειρὶ καὶ φονίᾳ γνώμῃ τῇ μεγαλοπόλει ταύτῃ ἐπέθεντο, καὶ λῃστῶν δίκην

ἐπιδραμόντες αὐτῇ, τὰ μὲν ἱερὰ κατήρειψαν, τὸν δὲ πλοῦτον ἅπαντα πλεῖστον ὅσον

23358 ὄρει Dos.: ὅρει M ‖ ὁτὲ M : ὅτε Dos. ‖ 360 ἀφῖκτο Dos.: ἀφίκτο M ‖ 368 ὡς M: εἰς Dos. ‖ 369 ὑμῶν M: ἡμῶν Dos. ‖ 371 μετὰ-γεγονυῖαν om. Dos. ‖ 372 δ’ ὅμως om. Dos. ‖ 377 μηδὲν Dos.: μοι δὲν M

[380] ἀμύθητον ληϊσάμενοι καὶ τὸν λαὸν ἐξανδραποδισάμενοι, εἰς τὴν ἑαυτῶν μετήγαγον;

Καὶ Μυσῶν λείαν τὰ παρ’ ἡμῖν πάντα ποιήσαντες, καὶ αὐτὴν τὴν πόλιν κατεῖχον

ὑπὲρ τὰ ἑξήκοντα ἤδη ἔτη, οὓς εἰ μὴ χεὶρ Κυρίου τῶν ἐνταῦθα τόπων ἐξήλασε,

[9] τῷ ἐμῷ κράτει ταύτην παραδοῦσα κρίμασιν οἷς | οἶδεν αὐτός, τῶν ἀμηχάνων ἦν

τε καὶ ἐνομίζετο πάμπαν ὑπὸ τὴν Ῥωμαίων χεῖρα ταύτην ποτὲ γενέσθαι. Οὓς καὶ

[385] νῦν ὁσημέραι δειμαίνομεν, μή που πάλιν ἀφορμήσαντες καθ’ ἡμῶν, μείζονα καὶ

χείρονα τῶν πρώτων ἐργάσωνται. Εἰ γὰρ καὶ παρὰ τὴν ἀρχὴν μὴ ἐτύγχανε προσὸν

τῷ μακαρίῳ πατρὶ τὸ τοιοῦτον προνόμιον τὴν κυρίαν ἔχειν κατὰ παντὸς ἐκκλησίας

ἡστινοσοῦν προϊσταμένου, καὶ μάλιστα τῶν τὰς καθολικὰς τέσσαρας ἐκκλησίας

διεπόντων, καὶ τὸ παρ’ αὐτῶν τιμᾶσθαι καὶ τὸ ὄνομα αὐτοῦ προτάττεσθαι ἐν τῷ

[390] μνημοσύνῳ, ἀλλὰ νῦν εἴπερ πότ’ ἔδει τοῦτο κυρωθῆναι παρ’ ἡμῶν, ὥστε παντοίαν

ὑποταγὴν καὶ δουλείαν παρέχειν αὐτῷ, εἴ πως ἐγγένηταί οἱ κατέχειν τὰς ὁρμὰς

τῶν ἀμφ’ αὐτὸν Ἰταλῶν ἐπὶ τὸ μὴ βουληθέντας τὴν ἧτταν ἀναμάχεσθαι ἡμῖν

αὖθις ἐπελθεῖν καὶ τοῦτ’ ἄλλην εὐπρόσωπον αἰτίαν ἐπιφερομένους τὸ τιμωροὺς

γενέσθαι τῆς τοῦ πάπα καταφρονήσεως. Ἃ μὴ συνειδὼς ἕκαστος ὡς μηδ’ ὑπὲρ

[395] τῶν κοινῶν φροντίζων, τοῖς ἰδίοις δὲ μόνον προσανέχων τὸν νοῦν, καὶ εἴτε τιμαῖς

εἴτε προσόδοις αὐξομέναις ἀρκούμενος, ποὶ μὲν διδάσκειν, ποὶ δὲ νομοθετεῖν ἐπι-

χειρεῖ, ποὶ δ’ ἡμῶν κατατρέχειν καὶ ἐξουθενεῖν ἡμᾶς ὡς τὴν εὐσέβειαν καὶ τὴν

ὀρθοδοξίαν ἀνασκευάζοντας. Ἀλλ’ ἐμοὶ τὴν ἡγεμονίαν τοῦ παρόντος ἔθνους τῶν

Ῥωμαίων ἐγκεχειρισμένῳ πρὸς Θεοῦ καὶ τῶν τε λυσιτελεστέρων καὶ σύστασιν καὶ

[400] διαμονὴν εἰωθότων ἐμποιεῖν φροντίζοντι, οὐχ οὕτω ταῦτα δοκεῖ καλῶς ἔχειν· εἰ

γὰρ καὶ κακοδοξίας ἡμῶν γράφονταί τινες, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι τὸ περὶ

τούτου διευκρινήσομεν. Τὸ δέ γε νῦν ἔχον περὶ τῆς ὀφειλομένης καὶ νενομισμένης

ἀνέκαθεν τιμῆς καὶ ὑποταγῆς καὶ τοῦ μνημοσύνου τοῦ πάπα, ὃ τὴν ἕνωσιν συνδεῖ,

τί ὑμῖν δοκεῖ;

24381 Μυσῶν λείαν Leutsch, Corpus paroemiographorum, II, p. 538, 83 et 762, 28

25393 ἄλλην Dos.: ἅλην M ‖ 394 γενέσθαι Dos.: γενέσθω M ‖ 396-397 ἐπιχειρεῖ M: ἐπὶ χειρεῖ Dos. ‖ 399 τε om. Dos. ‖ 402 τὸ δέ Dos.: τόδε M

[9v] Καὶ ὁ θεῖος Μελέτιος, ζήλου θείου τυγχάνων ἔμπλεως, πρᾴ|ως ὅμως τῷ βασιλεῖ

τὴν ἀπόκρισιν ἐποιεῖτο· ἡμῖν μὲν μὴ γένοιτό ποτε, λέγων, κράτιστε βασιλεῦ,

αὐθαδείᾳ τινὶ καὶ παρακοῇ ἢ τῷ ἐθελογνώμονι στοιχοῦσιν, ἀφορμὴν ἐπιθέσεώς

τινος ἢ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς μεγαλοπόλεως τῆσδε γενέσθαι· τίς

γὰρ ἂν ψυχὴ φαύλη καὶ μυσαρά, μᾶλλον δ’ εἰπεῖν δαιμονιώδης, οὕτω διατεθείη;

[410] Τὸ δὲ περὶ τὴν πίστιν ὀρθόδοξον προτιθέναι παντός, ὦ βασιλεῦ, δεδιδάγμεθα, καὶ

τὸν σοφὸν πᾶς τις ἐπαινεῖ σὺν ἡμῖν, ὃς πρὸ πάντων σέβεσθαι καθαρῶς τὸ θεῖον,

ἔπειτα γὰρ τὸν βασιλέα τιμᾶν παραινετικῶς ἀπεφήνατο. Ἀλλὰ καὶ τῷ μακαρίῳ

ἀποστόλῳ πειθόμεθα τοῖς ἐν ἐξουσίαις ὑπείκειν προστάσσοντι· ἡμῖν τε αὐτοῖς καὶ

παντὶ συμβουλεύομεν ταύτην τὴν τιμὴν καὶ ὑποταγὴν τοῖς ἄρχουσιν ἀπονέμειν

[415] καθαρῶς καὶ τὰ εἰκότα ἀποδιδόναι, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸν φόβον τὸν φόβον,

τῷ τὴν τιμὴν τὴν τιμήν. Ἀλλὰ μέχρι τούτων καὶ σωματικῶς, οὐ μὴν γὰρ οἷς προσ-

ήρτηται κίνδυνος ψυχικός κἀντούτοις ὑπήκοον οὖς ὑποθήσομεν τῷ σῷ κράτει.

Ἢ τῇ οἱᾳδήτινι συγκαταθέσει γνώμης ταῖς κακοδοξίαις κοινωνήσωμεν, ἃς ἡ ἁγία

τοῦ Χριστοῦ ἐκκλησία ἡ ἐς τόδε ἡλικίας καὶ τάγματος καὶ βαθμοῦ προαγαγοῦσα

[420] ἡμᾶς ἀποστρέφεται; Κἀντούτῳ γὰρ πειστέον τῷ αὐτῷ ἀποστόλῳ, μᾶλλον δὲ

κατ’ ἴχνος ἀκολουθητέον φάσκοντι· οὔτε θάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαί,

οὔτε ἐξουσίαι οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος,

οὔτε κτίσις ἑτέρα τις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ

Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, τουτέστι τῆς εἰς αὐτὸν ὀρθῆς πίστεως. Καὶ σὺ δὲ βασιλεῦ,

[425] εἰ καὶ τολμηρὸν συμβουλεύομεν, μὴ τὸν τοῦ Θεοῦ φόβον ἐν δευτέρῳ θέμενος

φόβον ἀνθρώπων ἐπίσειε κατὰ σαυτοῦ ἢ κατὰ τοῦ κοινοῦ τῆς πατρίδος· ἐὰν μὴ

[10] Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Μαθόντες | ἔφθημεν ἔν τε

παλαιοτέραις ἱστορίαις καὶ νεωτέραις πόλεις παραδοθείσας ἀσεβεστέροις ἔθνεσι,

τῷ τὸν Θεὸν τὴν ἐν ἑκάστῃ τούτων πληθύνουσαν κακίαν βουληθῆναι μετελθεῖν,

[430] οὐ μὲν οὖν τῷ μὴ καταδέξασθαι τῆς θρησκείας ἐκείνοις κοινωνῆσαι· εἰ γὰρ

τοῦτ’ ἦν, οὐδὲν ἂν ἐκώλυεν ἑκάστῳ πόλεώς τινος ἢ ἔθνους δυναστεύοντι τοὺς

οἰκείους πείθειν τοῖς ὁμοροῦσιν ἔθνεσι τῆς ἀσεβείας κοινωνεῖν· καὶ ἡμῖν τοίνυν

μὴ Λατίνοις, ἀλλὰ τοῖς ἀγχιθύροις ἀσεβέσιν καὶ πλεῖον δυναμένοις ἐπί τε βοηθείᾳ

καὶ λύμῃ κοινωνητέον. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· τὴν εὐσέβειαν γὰρ ἐξάπαντος

[435] προηγεῖσθαι, μετὰ δὲ τοῦτο τὰ περὶ τῶν ἄλλων σκοπεῖν. Οὐκ οἶσθα, βασιλεῦ,

πῶς χθὲς καὶ πρότριτα Λατῖνοι τὸν σταυρὸν ἐπωμισάμενοι ἅμα πλείστῃ δυνάμει

τοῖς ἀσεβέσιν ἐπελθεῖν, ὥστ’ ἐκ μέσου τούτους ποιῆσαι, συνωμοσίαν ἔθεντο·

παρακληθέντες δ’ ἐνθάδ’ ἐπιδημῆσαι καὶ τὸν κληρονόμον τῆς βασιλείας τῷ θρόνῳ

ἀποκαταστῆσαι καὶ ἐλθόντες, ἀρχὴν ὁδοῦ δῆθεν ἀγαθῆς ἐνστησάμενοι τὸ ποιῆσαι

26411-412 πρὸ-τιμᾶν Vita Aesopi, éd. G. Karla, Wiesbaden 2001, p. 220, § 109; cf. 1 P 2, 17 ‖ 413 τοῖς-ὑπείκειν He 13, 17 ‖ 415-416 τῷ τὸν φόρον-τιμήν Rm 13, 7 ‖ 421-424 οὔτε-ἡμῶν Rm 8, 38-39 ‖ 426-427 ἐὰν-φυλάσσων Ps 127 (126), 1

27407 ἐθελογνώμονι ego: ἐθελογνώμῳ M Dos. ‖ 415 εἰκότα M: εἰκότως Dos. ‖ 416 τούτων M corr. ‖ 417 ὑπήκοον M p. c.: ὑπήκον M a. c. ‖ 420 ἀποστρέφεται; interpunxi ‖ 425 συμβουλεύομεν M: τὸ συμβουλευόμενον Dos. ‖ 426 post ἐὰν add. γὰρ Dos. ‖ 429 μετελθεῖν M corr. ‖ 430 οὐ μὲν οὖν ego: οὔμενουν M Dos. ‖ 435 τοῦτο M p. c.: τούτω M a. c. ‖ 437 ἐπελθεῖν M: ἀπελθεῖν Dos. ‖ 438 ἐνθάδ’ ἐπιδημῆσαι Dos.: ἐνθάδε πιδημῆσαι M

[440] δίκαια, οἱ δέ, λίχνοις ὀφθαλμοῖς τὴν εὐδαιμονίαν τῆς πόλεως θεασάμενοι καὶ

ἀκόρεστον γνώμην κτησάμενοι, τὸν πλοῦτον ταύτης λαμβάνοντες οὐκ ἐνεπίμ-

πλαντο, καὶ ἀντὶ τοῦ τὴν βασιλείαν ἀποκαταστῆσαι καὶ εἰς τὸν προκείμενον

ἐλθεῖν ἀγῶνα, οἱ δὲ χείρους τῶν ἀσεβῶν τῷ γένει τούτῳ διετέθησαν; Οὐ περὶ

πίστεως ἦν ἐκείνοις ἡ ἔρις, οὐ περὶ δόξης, οὐ περὶ μνημοσύνου, οὔτε τότε οὔτε

[445] νῦν· ὅθεν εἴ τι πειστέον ἐμοί, τὴν αὐτῶν κοινωνίαν ἀποκρουστέον, οὐ διὰ τὸ

ἑτερόδοξον μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐνοικουροῦσαν αὐτοῖς ἔμφυτον κακίαν. Οὐ

γάρ τις βοήθεια προσδοκήσιμος παρ’ αὐτῶν, καταστροφὴ δὲ μᾶλλον καὶ παντελὴς

ἀπώλεια κἂν μυρίαι προσθῆκαι καὶ ἑνώσεις μεσεμβολήσωσι· καὶ ταῦτ’ ἔξεστι

πιστοῦσθαι ἐξ ὧν κατ’ ἀλλήλων ὁμόδοξοι καὶ ὁμόφυλοι ὄντες διαπράττονται.

[10v] Περὶ δὲ τῆς αὐτῆς κα|κοδοξίας καὶ ὅπως οὐχ ὅσιον ἀναφέρεσθαι τὸ ὄνομα τοῦ

πάπα ἐν ταῖς ἱεραῖς τελεταῖς, εἰ κελεύσειας, δέσποτα, εὐκόλως ἔχω τὴν διασάφησιν

ἐπεξεργάσασθαι.

Ὁ μέντοι βασιλεύς, οἷά τινας μώλωπας τοὺς ἐλέγχους ἐκκλῖναι θέλων, εἰς δεσμω-

τήριον ἐμβληθῆναι τούτους ἐκέλευσεν, ἵνα μάθωσι μὴ πλατύνεσθαι καὶ θρασυ-

[455 ]στομεῖν οὕτως ἀκρατῶς ἐν ὄψει βασιλέως ἐπειπών. Καὶ δέχεται τὴν καλὴν ταύτην

συζυγίαν τῶν πατέρων τὸ δεσμωτήριον καὶ πολλή τις ἄλλη κακουχία οἷα δὴ τοῖς

τοιούτοις γίνεσθαι εἰκός. Ὀλίγαι τῷ μεταξὺ παρῆλθον ἡμέραι, καὶ τῆς εἱρκτῆς

ἐκβληθέντες, τῷ βασιλεῖ παρέστησαν αὖθις· καὶ παρρησίαν μείζονα τῆς προτέρας

ἐνδειξάμενοι, τρανῶς ὡμολόγουν τοῦ τῶν πατέρων εἶναι δόγματος καὶ μὴ κοινωνεῖν

[460] αἱρέσει, πρὸς τῶν πατέρων ἀριδήλως καὶ πρὸ τοῦ γενέσθαι ἀπελεγχθείσῃ.

Τί γάρ, ἔφησαν, οὐκ ἐν τῷ τῆς πίστεως συμβόλῳ πᾶσαι αἱ τῶν πατέρων σύνοδοι

ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογοῦσι, τὸ δὲ ἐξ Υἱοῦ

παραλείπουσιν, ὃ παρὰ πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἐπισφαλῶς ἄγαν Λατῖνοι

προσέθηκαν; Οὐκ ἀφορίζουσι τῆς καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας ὁμοφώνως

[465] ἅπαντες πατέρες τὸν τὴν ὁποιανοῦν προσθήκην ἢ ἀφαίρεσιν τολμήσοντα δρᾶσαι

ἐν τῷ τοιούτῳ τῆς πίστεως συμβόλῳ; Ἵνα τί γοῦν, ὦ βασιλεῦ, αὐτά τε τὰ τοῦ

Χριστοῦ ῥήματα παριδὼν καὶ τῶν αὐτοῦ μαθητῶν, ἔτι δὲ καὶ ῥήσεις πατέρων καὶ

πρὸ τούτων τοὺς ἱεροὺς καὶ θείους κανόνας τῆς καθολικῆς ἐκκλησίας, σαυτόν τε

παρέδωκας τῇ πλάνῃ καὶ ἡμᾶς συνέπεσθαι βιάζῃ ; Οὐκ ἔσται τοῦτο. Ἀδυνάτων

28455-456 τὴν-πατέρων Makarios Chrysoképhalos, Βίος, p. 61926 ‖ 457-458 ὀλίγαι-αὖθις ibid., p. 61928-29 ‖ 459-460 τρανῶς-ἀπελεγχθείσῃ ibid., p. 61913-15 ‖ 464-466 οὐκ-συμβόλῳ cf. infra l. 956-962 ‖ 469-470 ἀδυνάτων ἐπιχειρεῖς Adler, Suidae Lexicon, III, p. 270, 521 ‖ 470 φρενῶν-τούτου Makarios Chrysoképhalos, Βίος, p. 61924-25

29439 ἀρχὴν M: ἀρχῆς Dos. ‖ 445 πειστέον Dos.: πιστέον M ‖ 446 ἐνοικουροῦσαν M: ἐνοικοῦσαν Dos. ‖ 448 προσθῆκαι Dos.: πρωθῆκαι M ‖ 450 ὅπως om. Dos. ‖ 452 ἐπεξεργάσασθαι M: ἐπεξεργάζεσθαι Dos. ‖ 463 ὃ M: ἃ Dos.

[470] ἐπιχειρεῖς· φρενῶν ἂν ἐκσταίημεν πρότερον ἢ τῆς εὐσεβείας καὶ τοῦ ζήλου τούτου.

Τρίτης διαθήκης ὑφηγητὴς καθέστηκεν ἡ λατινικὴ ἐκκλησία, βασιλεῦ· πᾶσαν τὴν

[11] παλαιὰν καὶ τὴν καινὴν ἀνασκευά|σασα, ξένα δόγματα καὶ ἔθη τοῖς ὑπ’ αὐτὴν

ἐνομοθέτησε. Μαρτυρεῖ τοῖς λόγοις ἥ τε θεολογία ταύτης παρὰ τὴν τοῦ Κυρίου

  • 15 οὖσαν : ce participe devrait se rapporter à θεολογία et non à παράδοσιν.

παράδοσιν οὖσαν15 καὶ ἡ ἐν τῷ συμβόλῳ προσθήκη καὶ ἡ τῆς ἱεροτελεστίας

475 μεταποίησις καὶ τὰ ἔθη, ἃ παρὰ τὴν κανονικὴν παρατήρησιν διαπράττει καὶ

παραδίδωσιν. Ἀπόστηθι τοίνυν ταύτης εἰ δοκεῖ· εἰ δὲ μή, ἀλλὰ μὴ τοῖς ἄλλοις τῆς

ἀπωλείας ὁδοῦ θελήσῃς γενέσθαι ποδηγός· τὰ γὰρ ἐπιτίμια τούτου ἐν εὐαγγελίοις

μεμάθηκας.

Τὴν γοῦν τοιαύτην παρρησίαν ὕβριν οἰκείαν ὁ κρατῶν λογισάμενος, πάλιν

480 φυλακῇ τούτους παραδίδωσιν· εἶτα ἐξορίαν ἀποφαίνεται κατ’ αὐτῶν, καὶ δέχεται

τούτους ἡ Σκῦρος. Κἀκεῖθεν τὸν Μελέτιον εἰς Ῥώμην μετάγουσι τοῖς ἀμφὶ τὸν

πάπαν διαλεξόμενον, ἢ μᾶλλον εἰπεῖν, παρ’ αὐτοῦ κακῶς ἀναλωθησόμενον·

ὃς καὶ καθείρξας εἶχεν ἐν πέδαις τὸν ἅγιον ἑπταετίαν ὅλην. Μετὰ δὲ ταῦτα τοῦ

πάπα τὸ ζῆν ἐκμετρήσαντος, διαμηνυσαμένου τοῦ βασιλέως, ἐς Σκῦρον πάλιν

[485] ἐπανάγεται καὶ αὖθις τῷ συνάθλῳ Γαλακτίωνι συγκλείεται ἐν εἱρκτῇ δυσωδεστάτῃ

καὶ σκοτεινῇ, καὶ ἀσιτίᾳ μακρᾷ προσταλαιπωροῦσιν ἀμφότεροι· ἀλλ’ οἱ μὲν οὕτως

ἔχοντες, ἐν εὐθυμίᾳ τε ἦσαν καὶ ὅσαι ὧραι τῷ Θεῷ εὐχαριστοῦντες ἐδόξαζον. Τῷ

βασιλεῖ δὲ διὰ φροντίδος ὅτι πολλῆς ἦν ὁ λατινισμὸς καὶ σπουδῇ πάνυ πολλῇ πᾶν

τὸ ἀνθιστάμενον ἐφέλκεσθαι, ποὺ μὲν ἀπειλαῖς, ποὺ δὲ κολάσεσιν, ὅτε δὲ καὶ

[490] δωρεαῖς ἢ τιμῶν ἐπαγγελίαις καὶ ἀξιώμασιν, οἷς τὸ δίκαιον εἴωθε κλέπτεσθαι καὶ

τὸ τῆς γνώμης ἀνένδοτον χαυνοῦσθαι καὶ μαλάττεσθαι τῶν μὴ τὰς τῆς διανοίας

βάσεις ἴσως ἐπερειδομένας ἐχόντων ἀσφαλῶς ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως. Καὶ

μετά τινα χρόνου παραδρομήν, ὑποβολαὶ πρὸς τὸν βασιλέα κατὰ τῶν ἁγίων.

[11v] Πόθεν; Πόθεν ἄλλοθεν ἢ παρὰ τῶν τότε τῆς ἐκκλησίας προϊσταμένων, | οἷα δὴ καὶ

[495] νῦν γίνεται; Καὶ τριήρης εὐθὺς καὶ γράμματα βασιλικὰ ἐς Βυζάντιον τοὺς ἁγίους

ἐπανάγοντα· ἔνθα καὶ τὸ ἐν Νουμέροις δεσμωτήριον τούτους δέχεται. Ἡμέραι

συχναὶ τῷ μεταξὺ καὶ τοῦ βασιλέως περὶ ἄλλ’ ἄττα ἀσχολουμένου, ἐμμελῶς ἄγαν

  • 16 διαβαλεῖν : l’accentuation donnée par le manuscrit ainsi que le contexte de la phrase incitent à p (...)

ἐμέλησε τῷ πατριαρχεύοντι τότε πάλιν τούτους διαβαλεῖν16, ὅτι γὰρ οὐχ ὁμόφρονας

οἷόν τε ἦν αὐτῷ τούτους σχεῖν, οὐδὲ περιόντας τῷ βίῳ ὁρᾶν ἢ ἀκούειν τούτους

30471 τρίτης διαθήκης cf. Grégoire de Nazianze, Discours 27-31, p. 29010 (Orat. 31, 8) ‖ 479-480 τὴν-παραδίδωσιν Makarios Chrysoképhalos, Βίος, p. 61925-26 ‖ 480-481 ἐξορίαν-Σκῦρος ibid., p. 61934-6201 ‖ 481-482 κἀκεῖθεν-διαλεξόμενον ibid., p. 6202-3 ‖ 483 ὃς-ὅλην ibid., p. 6203-4 ‖ 486-490 ἀλλ’ οἱ-κλέπτεσθαι ibid., p. 62022-26 ‖ 490 οἷς-κλέπτεσθαι Grégoire de Nazianze, Orat. 19, dans PG 35, col. 1061B ‖ 495-496 καὶ-δέχεται Makarios Chrysoképhalos, Βίος, p. 6213-5

31475 κανονικὴν M: καθολικὴν Dos. ‖ 487 ὅσαι ὧραι M: ὁσαιῶραι Dos. ‖ 488 σπουδῇ πάνυ πολλῇ Dos.: σπουδὴ πάνυ πολλὴ M ‖ 494 post ἄλλοθεν add. ἀλλ’ Dos. ‖ 497 ἄλλ’ ἄττα ego: ἄλλάτα M ἄλλ’ ἅττα Dos. ‖ 498 διαβαλεῖν ego: διαβαλλεῖν M Dos. ‖ 499 αὐτῷ M: αὐτοῦ Dos.

[500] ἀνεκτὸν ἡγεῖτο· ὁ γὰρ τὰ φαῦλα πράττων μισεῖ τὸ φῶς. Καὶ δὴ πάλιν τῷ βήματι

παρίστανται καὶ μείζονι παρρησίᾳ τὴν πλάνην διελέγχουσι· ἔνθεν τοι καὶ ῥαβδί-

ζονται σφοδρῶς καὶ σχοινίοις ἐπὶ μετεώρου ἀναρτᾶται ὁ θεῖος Μελέτιος ἐν ξηρῷ

δένδρῳ, ὃ καὶ ἀνεβλάστησε καὶ ἀνέθαλεν εὐθέως, τιμῶντος τοῦ Θεοῦ τὸν ἀθλητήν,

ἀλλ’ οἱ ἀσύνετοι οὐ συνῆκαν ὅτι ἀπετυφλώθη αὐτῶν ἡ διάνοια· ὁ προφήτης περὶ

[505] αὐτῶν προαπεφήνατο. Ἔνθεν τοι καὶ τοῦ μὲν ἱεροῦ Γαλακτίωνος ἐξέκοψαν τοὺς

ὀφθαλμοὺς ἀπηνῶς ἄγαν καὶ ὀδυνηρῶς· Μελετίου δὲ τὴν καλὴν ἐξέτεμον

γλῶσσαν καὶ τοὺς ὀδόντας αὐταῖς ῥίζαις ἀνέσπασαν, ἵν’ ἴσως μηκέτ’ ἔχῃ παρρη-

σιάζεσθαι τὴν παναγίαν εὐσεβῶς θεολογῶν Τριάδα. Καὶ αὖθις τῷ δεσμωτηρίῳ

ἐναπορρίπτονται· ἔνθα δὴ καὶ ἄλλα θαυματουργήσας ὁ θεῖος Μελέτιος καὶ περὶ

[510] τῆς τοῦ βασιλέως προλέγει τελευτῆς, ὡς ἐξέλθοι μετ’ ὀλίγας ἡμέρας ἐς κώμην τοῦ

Παχωμίου λεγομένην κἀκεῖσε τὸ ζῆν ἐκμετρήσει. Οὗ γενομένου καὶ τοῦ υἱοῦ

αὐτοῦ τῆς βασιλείας ἐπειλημμένου, τὸ ὀρθόδοξον πεπαρρησίασται καὶ οἱ ἐν ἐξορίαις

καὶ φυλακαῖς ἐλευθερίας ἔτυχον· καὶ τὸν ἱερὸν Μελέτιον ἅμα τῷ συνάθλῳ ἡ

ἄσκησις δέχεται, πολλὰ παρακληθέντα πρὸς τοῦ ὀρθοδόξου τούτου βασιλέως

[515] ἱερωσύνην καὶ θρόνων ὕψη καὶ τιμὰς καταδέξασθαι, καὶ τὸ σύνολον μὴ κατα-

[12] νεύσαντα τῷ διαπύρῳ πόθῳ τῆς ἡσυχίας | καὶ τοῦ κατὰ Θεὸν βίου ὃν κατὰ ψυχὴν

ἔτρεφεν, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀσκητικοῖς ἱδρῶσι μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ

πόνους καταλύει τὸν βίον καὶ πρὸς ὃν ἐπόθει καὶ ᾧ μόνῳ ἔζη μεταχωρεῖ Θεόν.

Τί δὲ ὁ τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζων Κύριος καὶ τοὺς ὁμολογήσαντας ἐν

[520] αὐτῷ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσειν καὶ αὐτὸς ἐν αὐτοῖς ἔμπροσθεν τοῦ

Πατρὸς ἐπαγγειλάμενος; Ὥσπερ ἔτι τῷ βίῳ περιόντα θαυμάτων ἀπείρων κατηξίωσεν

αὐτουργὸν γενέσθαι, οὕτω καὶ μετὰ θάνατον τῇ τῶν θαυμάτων ἐνεργείᾳ τοῦτον

κατέστεψε καὶ τὸ ἱερὸν αὐτοῦ λείψανον τετήρηκεν ἀδιάφθορον, ἵν’ εἴη τοῖς

πιστεύουσι καὶ τοῖς τὴν αὐτὴν ὀρθοδοξίαν φυλάττουσι ταμεῖον ἄσυλον θαυμάτων,

[525] ἰαμάτων πηγήν, εὐσεβείας ὑπόθεσιν τοῖς ὀρθοδοξεῖν αἱρουμένοις· ὃ δὴ καὶ

ἐναργῶς παρίστησι τὴν τοῦ Θεοῦ περὶ τὸ ἡμέτερον δόγμα εὐμένειαν καὶ ἀποδοχήν.

Πολλῶν γὰρ ὄντων τεκμηρίων ὅσα πληροφορεῖ σαφέστατα ὡς τὴν μὲν ὀρθοδοξίαν

τῆς καθ’ ἡμᾶς ἐκκλησίας προσίεται Θεός, τὴν δὲ λατινικὴν ἐκκλησίαν οὐκ ἔχει τῆς

ἰδίας αὐλῆς, οἷον τοῦ περὶ τοῦ ἁγιάσματος λόγου, τοῦ περὶ τοῦ ἀφορισμοῦ· οὐδὲ

32500 ὁ-φῶς Jn 3, 20 ‖ 500-503 τῷ βήματι-εὐθέως cf. Makarios Chrysoképhalos, Βίος, p. 62113-22 ‖ 505-508 ἔνθεν-Τριάδα cf. ibid., p. 62128-31 ‖ 511-516 τοῦ υἱοῦ-κατανεύσαντα cf. ibid., p. 62135-62216 ‖ 519-521 τοὺς ὁμολογήσαντας-Πατρὸς Mt 10, 32 ‖ 528-529 τῆς-αὐλῆς cf. Jn 10, 16

33506 ἐξέτεμον M: ἐξέταμον Dos. ‖ 510 ἐξέλθοι M: ἐξελεύσεται Dos. ‖ 515 τιμὰς Dos.: τιμᾶς M

[530] γὰρ εὑρίσκεται παρ’ ἐκείνοις δεδεμένος τις ἐπιτιμίῳ μετὰ θάνατον, ὅπερ θαυμα-

τουργῶν ὁ Κύριος δείκνυσιν ἐν τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ ἐπὶ τοὺς ἀπειθεῖς αὐτῇ

φανέντας κατά τι, καίτοι τοῦ πάπα πολλοὺς ὁσημέραι καὶ κοινῇ καὶ ἰδίᾳ ἀφορί-

ζοντος· ἐξ ὧν ἔξεστι παντὶ συνάγειν ὅτι χάρις Πνεύματος παρ’ αὐτῷ οὐκ ἔστι τοῦ

δεσμεῖν ἀλλ’ οὐδὲ τοῦ λύειν. Καὶ γὰρ τὸν προρρηθέντα βασιλέα Μιχαήλ, πρὸς τοῦ ἐν

  • 17 καθυποβληθέντα : la forme donnée par le manuscrit, καθυποβληθέντος, subit l’attraction des génitif (...)

[535] ἁγίοις πατριάρχου κυροῦ Ἀρσενίου ἀφορισμῷ καθυποβληθέντα17 καὶ συγχωρήσεως

μὴ τυχόντα, τῷ πάπᾳ δὲ προσελθόντα ὡς μείζονι δῆθεν ἀρχιερεῖ καὶ συγχωρηθέντα,

[12v] ἵνα τἀν μέσῳ παρῶ, τὴν κακὴν ἕνωσιν ἥτις, ὢ φρούδη, μετὰ μι|κρὸν καὶ ὅσα

συνέβη, ἔστι πάλιν ὁρᾶν οὐδὲν ἧττον ἀφωρισμένον, ὡς μαρτυρεῖ τὸ τοῦ σώματος

αὐτοῦ ἐξῳδηκὸς καὶ ἀδιάλυτον. Τούτων οὖν καὶ ἄλλων πολλῶν παριστώντων

[540] τὴν τοῦ Θεοῦ διάκρισιν ἣν ἀμφοτέραις ταῖς ἐκκλησίαις ἐπιψηφίζεται, καὶ ὅπως

τὴν μὲν προσίεται, τὴν δὲ ἀποστρέφεται, οὐχ ἥκιστα πάντων καὶ τόδε μάλ’ ἀριδήλως

τελείαν πληροφορίαν ἐμποιεῖ τῆς ἀληθείας λόγῳ· τὰ πράγματα κρίνουσι τῆς τοῦ

Θεοῦ δικαίας κρίσεως. Ποῖον δὴ τοῦτο; Ὅτι μετὰ τὸ σχίσμα τεσσαράκοντα πρὸς τοῖς

τετρακοσίοις ἔτη παρῆλθον ἤδη, καὶ οὐδεὶς εὑρέθη παρ’ αὐτοῖς ἐν τοῖς τοσούτοις

[545] ἔθνεσι καὶ πόλεσι καὶ νήσοις καὶ κώμαις κατά τε ἤπειρον καὶ θάλατταν, ἐν τοῖς

μυριαρίθμοις καὶ μέτρον ὑπερβαίνουσιν ἀνθρώποις, τοῖς τε γενομένοις καὶ τοῖς

οὖσι τοῦ λατινικοῦ δόγματος ὑπασπισταῖς, οὐδεὶς εὑρέθη δοξασθεὶς παρὰ Θεοῦ,

ζῶν ἢ καὶ μετὰ θάνατον, θαύματος ἐνεργείᾳ τινὸς ἢ τῷ ἁγιασμῷ καὶ τῇ ἀφθαρσίᾳ

τοῦ λειψάνου, ὥστε καὶ πληροφορίαν παρασχεῖν ὅτι ὄντως ἐπανεπαύσατο τὸ τοῦ

[550] Θεοῦ ἅγιον Πνεῦμα ἐπ’ αὐτόν, καίτοι τῆς κατὰ τὴν μοναχικὴν πολιτείαν ἀκριβείας

ἄκρως τηρουμένης παρ’ αὐτοῖς, ὡς παρὰ πολλῶν ἀκούομεν, καὶ τῆς ἀσκητικῆς

διαγωγῆς, ἀκτημοσύνης τε καὶ ἄλλων μεγάλων ἀρετῶν· εἰσὶ δὲ οἳ καὶ τοῖς ἀσεβέσιν

ἀντικατέστησαν καὶ μαρτυρικῷ σχήματι ἐτελειώθησαν, ἀλλ’ οὐδεὶς δεδόξασται

παρὰ Θεοῦ ἀπὸ οἱουδήτινος γένους ἢ ἡλικίας καὶ τάγματος. Καὶ τί λέγω περὶ τῶν

34533-534 τοῦ δεσμεῖν-λύειν cf. Mt 16, 19

35530-531 θαυματουργῶν M corr. ‖ 535 καθυποβληθέντα Dos.: καθυποβληθέντος M ‖ 537-538 ἵνα-συνέβη om. Dos. ‖ 537 φρούδη ego: φροῦδη M ‖ 541 μάλ’ ἀριδήλως M: μᾶλλ’ ἀριδήλως Dos. ‖ 551 ἀκούoμεν Dos.: ἀκούωμεν M

[555] ἐγχωρίων ὅπου γε τὰ ἅγια λείψανα, ὅσα λαβόντες εἰς τὴν αὐτῶν μετήγαγον ὅτε

τὴν μεγαλόπολιν ταύτην ἐληίσαντο, θαυματουργὰ ὄντα, ὡς αἱ περὶ αὐτῶν ἱστορίαι

δηλοῦσι, μετὰ τὴν ἐκεῖσε μετακομιδὴν τοῦ θαυματουργεῖν παυσάμενα ; Κεῖνται

οὕτως ἀνενέργητα, μόνῳ τῷ εἴδει γνωριζόμενα καὶ τῷ δηλωτικῷ ἑκάστου αὐτῶν

ὀνόματι.

[560] Παρ’ ἡμῖν δέ, τῇ χάριτι τοῦ Κυρίου, καὶ τὰ ἀρχαιότερα τῶν ἁγίων λείψανα ὑπὲρ

[13] ἀριθμὸν ψάμμου θαλάσσης τὰς θαυ|ματουργίας ἐνδείκνυνται, καὶ ὁ παντοδύναμος

Κύριος μετὰ τὸ σχίσμα πολλοὺς τῶν ἡμετέρων ταῖς θαυματουργίαις ἐδόξασε, οὓς

δὲ καὶ προφητικοῖς χαρίσμασιν ἐλάμπρυνε καὶ ἄλλαις θείαις ἐνεργείαις, ἔστιν οὗ

καὶ δι’ ὀλίγον ἀρετῆς κατόρθωμα, καὶ τοὺς ἀστέρας πρότερον ἀριθμήσαις ἢ τούτους·

[565] καὶ ἅγια λείψανα ἐφανέρωσεν, ἀποδείξας ὅτι τὴν ἑκάστου τούτων ἀπεδέξατο

πίστιν μετὰ τοῦ τῆς ἀρετῆς κατορθώματος, καὶ τοῖς πλουσίοις αὐτοῦ χαρίσμασι

τούτους ἐδόξασε. Ἀπὸ γὰρ τοῦ μοναχικοῦ τάγματος, οἶδε πολλοὺς δοξασθέντας τὸ

Ἅγιον Ὄρος, καὶ ἄλλοι τόποι καὶ νῆσοι· καὶ παρ’ ἡμῖν δὲ πεφανέρωται τὸ ἱερὸν

λείψανον τοῦ ἁγίου Συμεὼν τοῦ Μεταφραστοῦ καὶ τοῦ θείου τούτου Μελετίου·

[570] καὶ ἀπὸ κοσμικῶν κατὰ Θεὸν πολιτευσαμένων, τοῦ θαυματουργοῦ ἐν ἁγίοις

Μιχαὴλ τοῦ Καπηνοῦ· καὶ τῶν ἀπὸ βασιλικῆς καταγομένων σειρᾶς, μοναχοῦ δὲ

  • 18 Λάσκαρη, Ἰωάννη : génitifs démotiques.

Ἰωάσαφ τοῦ Λάσκαρη18, ἀλλὰ καὶ Ἰωάννη τοῦ Βατάτζη, κείμενον ἐν τῇ Μαγνησίᾳ·

καὶ ἀπὸ τῶν ἁγίων πατριαρχῶν, Ἀρσενίου καὶ Ἀθανασίου· ναὶ μὴν καὶ ἀπὸ

γυναικῶν Θεοδώρας, τινὸς μετρίας γυναικός, παρὰ δὲ Θεῷ μεγάλης ἴσως διὰ τὴν

  • 19 κεκρυμμένην : le sens commande l’emploi dans cette phrase du participe de κρύπτω plutôt que de κρί (...)

[575] κεκρυμμένην19 αὐτῆς ἀρετὴν καὶ Θεῷ μόνῳ γνωστὴν τῷ τὰ βάθη τῶν καρδιῶν

ἐρευνῶντι· ἣν δὴ καὶ οἱ γεννησάμενοι ἡμᾶς ἴσασι ζῶσαν καὶ μετὰ τὸν αὐτῆς θάνατον

αὐτόπται γεγόνασι τῆς εὑρέσεως τοῦ ἁγίου αὐτῆς λειψάνου καὶ τῆς ἀνακηρύξεως

αὐτοῦ, ὃ δὴ καὶ κεῖται <...>. Τὸν γοῦν τῶν τοιούτων λόγον οὐ δοκεῖ σοι πρὸς παρά-

στασιν εἶναι ἀξιόχρεων τοῦ ὅτι Θεὸς πρόσκειται μὲν τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, καὶ τὸ

[580] θεῖον αὐτοῦ Πνεῦμα ἐπαναπέπαυται τοῖς ὑπ’ αὐτὴν τελοῦσιν ἁγίοις, καὶ τὴν

αὐτῶν πίστιν καὶ τὰ ἔργα προσδέχεται καὶ ἀντιμετρεῖ τὰς ἀμοιβὰς πλουσίως, τὴν

δὲ λατινικὴν ἐκκλησίαν ἀποδιοπομπεῖται καὶ ἀποστρέφεται, καὶ ξένην ἡγεῖται

καὶ ἀλλοτριόφρονα καὶ τοὺς ὑπ’ αὐτὴν τελοῦντας ἀλλοτρίας αὐλῆς πρόβατα καὶ

[13v] ὑπ’ αὐτῷ τελεῖν ποιμένι μὴ καταδεχόμενα, ἀνοδίαις δὲ μᾶλλον | καὶ ἀβάτοις

36564 τοὺς-ἀριθμήσαις Leutsch, Corpus paroemiographorum, II, p. 4, 15 ‖ 575-576 τῷ-ἐρευνῶντι cf. Jean Chrysostome, In Psalmum 118 (homélies 1-3), dans PG 55, col. 687, l. 79 et col. 703, l. 41 ‖ 583 ἀλλοτρίας-πρόβατα cf. Jn 10, 16 ‖ 585 λύκοις εὐάλωτα cf. Jean Chrysostome , Lettres à Olympias, éd. A.-M. Malingrey, Paris 19682 (SC 13 bis), p. 25244 (10, 344)

37562 πολλοὺς M: πολλὰ Dos. ‖ 565 ἀπεδέξατο M: ἀπεδέξετο Dos. ‖ 569 ἁγίου M: ἱεροῦ Dos. ‖ 571 Καπηνοῦ M: Καπινοῦ Dos. ‖ 572 Λάσκαρη M: Λασκάρεως Dos. ‖ Ἰωάννη M: Ἰωάννου Dos. ‖ 575 κεκρυμμένην Dos.: κεκριμένην M ‖ 578 lacunam indicavi ‖ λόγον M p. c.: λόγων M a. c. ‖ 579 ἀξιόχρεων M p. c.: ἀξιώχρεων M a. c.

[585] κρημνοῖς φερόμενα, ἐσκορπισμένα καὶ ἀποίμαντα καὶ λύκοις εὐάλωτα, μᾶλλον

δὲ καὶ ὁσῶραι ὑπ’ αὐτῶν διαφθειρόμενα, ὅθεν καὶ τὴν οἱανδήτινα παρ’ ἐνίων

τούτων δῆθεν ἐνεργουμένην ἀρετὴν οὐ προσδέχεται καὶ οὐδὲ ἀντιδίδωσιν

ἀμοιβὰς διὰ τὸ τὰ ἔργα εἶναι δίχα πίστεως εὐσεβοῦς νεκρά;

Μονaχος. Δόξα σοι ὁ Θεός. Χάριτας ὅτι πολλὰς ὁμολογῶ τῷ πάντων κηδεμόνι

[590] Θεῷ ὅτι με τὴν σὴν ἁγιότητα τήμερον καθυπέδειξε, καὶ τοιούτων ῥημάτων πρὸς

τῇ συνέσει καὶ ἀληθείας ἐχομένων, μᾶλλον δὲ ἁγίων λόγων, αὐτήκοον γενέσθαι

ἠξίωσε.

Ἱερομνήμων. Βούλει καὶ τὸ στόμα τοῦ Κυρίου, τὸν θεῖον ἀπόστολον, παράξωμεν

τοῖς τοιούτοις συναινέσοντα; Οὗτος τοῖς Ῥωμαίοις ἐπιστέλλων, μᾶλλον δὲ τοῖς

[595] ἀνὰ πᾶσαν τὴν οἰκουμένην πιστοῖς διδάσκων, γράφει· εἴ τις Πνεῦμα Χριστοῦ οὐκ

ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ

δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην· εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ

ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ

  • 20 αὐτοῦ : l’auteur ne cite pas littéralement le texte de Paul et donne par erreur deux compléments à (...)

ἐνοικοῦν αὐτοῦ20Πνεῦμα ἐν ὑμῖν· καὶ εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν, εἰ δὲ

[600] Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὁρᾷς ὡς καὶ <ὁ> τοῦ μακαρίου

ἀποστόλου νοῦς τοῦτο σαφῶς ὑπεμφαίνει ὡς ἡ θεία τῆς τρισυποστάτου θεότητος

ἐνέργεια, ἡ τοῖς σώμασιν ἐνοικοῦσα τῶν ἀξίους ἑαυτοὺς ἀπεργασαμένων τοιαύτης

χάριτος γενέσθαι δοχεῖα, αὐτὰ τὰ θνητὰ σώματα ζωοποιεῖ, ἀφθαρσίαν αὐτοῖς

ἐνιεῖσα, καὶ ζῆν ἀεὶ ἀπεργάζεται διὰ τὸ θανατοῦσθαι ὑπ’ αὐτῶν τὰς πράξεις αὐτῶν

[605] τῷ θείῳ Πνεύματι; Ὥστε δῆλον ὡς ἔνθα μὴ εὑρίσκεται ἡ τοιαύτη χάρις ἐπανα-

παυομένη, οὐδὲ τὰ θνητὰ σώματα ζωοῦνται διὰ τοῦ Πνεύματος, καὶ ἔνθα μὴ τὰ τῇ

διαφθορᾷ ὑποκείμενα σώματα εἰς ἀφθαρσίαν μετασκευάζονται, οὐδὲ τὸ Πνεῦμα

[14] τούτοις ἐνσκηνῶσαι εὐδόκησε· εἰ δὲ καὶ τὰς σωματικὰς πρά|ξεις ἐν τισὶν τούτων

ἐξεγένετο θανατωθῆναι, ἀλλ’ οὐ τῷ θείῳ Πνεύματι πάντως, ὡς διὰ τὴν κακοδοξίαν

[610] αὐτοῖς μὴ κατασκηνώσαντι μηδὲ τὴν οἰκείαν ἐν αὐτοῖς ἐνέργειαν ἐνδειξαμένῳ.

Μονaχος. Ἀλλ’ οἶμαι περὶ τῆς ἐν Χριστῷ ζωῆς καὶ περὶ τῆς κοινῆς ἀναστάσεως

εἰρῆσθαι τὸ τοιοῦτον ῥητὸν παρὰ τῷ ἀποστόλῳ.

Ἱερομνήμων. Οὐκ ἦν ἔτι δῆλον τῷ ἀποστόλῳ τὸ μυστήριον τοῦτο τῆς πρὸ τῆς

κοινῆς ἀναστάσεως τῶν σωμάτων ἀφθαρσίας, ὡς ἔτι μὴ ἐνεργηθέν· ἀλλ’ ὁ ἐν

[615] αὐτῷ λαλῶν ὃς καὶ νοῦς αὐτῷ ἐχρημάτιζεν, ἅτε τὰ πάντα γινώσκων καὶ πρὸ

γενέσεως ἐν τῷ διδάσκειν τὸν ἀπόστολον περὶ τῆς κοινῆς ἀναστάσεως, καὶ περὶ

τούτου πείρᾳ μαθοῦσι οὕτω τὸ ῥητὸν ἐφερμηνεύειν καὶ δέχεσθαι ἄξιον. Τούτῳ καὶ

γὰρ ἐφαρμόζει τὰ μάλιστα· ἐν δὲ τῇ κοινῇ ἀναστάσει πάντες οἱ ἐν τοῖς μνημείοις

ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται, καὶ οἱ τὰ ἀγαθὰ

38588 τὰ-νεκρά Grégoire de Nazianze, Discours 38-41, p. 30646-47 (Orat. 40, 45) ; Jean Chrysostome, In Genesim (homélie 3), dans PG 53, col. 31, l. 50-51 ‖ 595-599 εἴ-ὑμῖν Rm 8, 9-11 ‖ 599-600 εἰ-ζήσεσθε Rm 8, 13

39586 ὁσῶραι M: ὁσαιῶραι Dos. ‖ 599 αὐτοῦ Dos.: αὐτῷ M ‖ 600 ζήσεσθε M: ζήσεσθαι Dos. ‖ post καὶ add. ὁ Dos. ‖ 601 ἀποστόλου om. Dos. ‖ 610 μηδὲ ego: μὴ δὲ M Dos.

[620] ποιήσαντες καὶ οἱ τὰ φαῦλα πράξαντες, ἀλλ’ οἱ μὲν εἰς ἀπόλαυσιν ζωῆς τῆς αἰωνίου,

οἱ δὲ τῆς κατακρίσεως.

Μοναχός. Οὐκ ἐκ τούτου τοῦ ῥητοῦ παρίσταται ὅτι τὸ Πνεῦμα, ὥσπερ ἐστὶ τοῦ

Πατρός, οὕτως ἐστὶ καὶ τοῦ Υἱοῦ ; Πνεῦμα γάρ φησιν Χριστοῦ, καὶ Πνεῦμα τοῦ

ἐγείραντος τὸν Χριστὸν ἐκ νεκρῶν, τουτέστι τοῦ Πατρός.

[625]Ἱερομνήμων. Κατὰ τὴν μεταδοτικὴν χάριν καὶ ἐνέργειαν σύμφημι καὶ αὐτός, οὐ

μὴν κατὰ τὴν ὑπόστασιν· οὐ γὰρ καθ’ ὑπόστασιν ἐνοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον τῇ

οἱᾳδήτινι κτίσει· τὰς γὰρ ἐνεργείας φησὶ τοῦ Πνεύματος, πνεύματα φίλον τῷ Ἡσαΐᾳ

καλεῖν.

Μονaχος. Καὶ εἰ τὸ Πνεῦμα ἐπὶ τῆς ἐνεργείας λαμβάνεις, πῶς τοῦ Πατρὸς καὶ τοῦ

[630]Υἱοῦ μνησθεὶς ὁ ἀπόστολος, τὴν ὑπόστασιν τοῦ Πνεύματος παρέλειψεν;

Ἱερομνήμων. Οὐκ ἔμαθες ἐν εὐαγγελίοις ὅπως ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἐλεύσεται καὶ

μονὴν ποιήσει παρ’ ἡμῖν; Μὴ γὰρ οὐκ ἔσται σὺν ἐκείνοις καὶ ἡ τοῦ ἀχωρίστου

αὐτῶν καὶ ὁμοουσίου Πνεύματος ἐνέργεια; Κἀν τούτῳ καὶ γὰρ τὸ κατ’ ἐνέργειαν

[14v] ἐλεύσεσθαι καὶ αὐτοὺς ὑποληπτέον. Ἀλλὰ τοῦτο | τὸ ἀποστολικὸν ῥητὸν ἐξηγού-

[635] μενος καὶ ὁ ἅγιος ἐν Γρηγορίοις θεολόγος λέγει· μετὰ Παύλου θεολόγησον, τοῦ

πρὸς τρίτον οὐρανὸν ἀναχθέντος, ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις καὶ

τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦντος,

  • 21 ἵνα-φύσεως : le texte de cette citation de Grégoire de Nazianze donné par Agallianos diffère de l’ (...)

ὑπαριθμοῦντος τὸ αὐτό· ἵνα τί δηλώσῃ; Τὴν ἰσοτιμίαν τῆς φύσεως21. Ποτὲ δὲ τῶν τριῶν

μεμνημένου, ποτὲ δὲ τῶν, ἢ τινος, ὡς ἑπομένου πάντως τοῦ λείποντος. Καὶ ποτὲ μὲν

[640] τὴν ἐνέργειαν τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος ὡς οὐδὲν διαφέροντος, ποτὲ δὲ ἀντὶ τοῦ

Πνεύματος τὸν Χριστὸν ἐπιφέροντος.

Μονaχος. Ἔστω ταῦτα· ἀλλὰ καθ’ ὃν εἴρηκας λόγον, πάντα τὰ τῶν θεοφόρων

ἀνδρῶν ἢ λέγω καὶ γυναικῶν τοιούτων λείψανα ἔδει συντηρεῖσθαι ἀδιαλώβητα,

οὐχὶ τῶν μὲν οὕτως, τῶν δ’ οὔ.

[645]Ἱερομνήμων. Εὐκόλως ἔχων σοι τὴν περὶ τούτου διασάφησιν ἐπεξεργάσασθαι,

τό γε νῦν ὅμως παραλείψω τοῦτο· ἔστι γὰρ οὐ περὶ τούτων νῦν ὁ λόγος ἡμῖν,

ἀλλ’ ὡς ἐν παρόδῳ καὶ ταῦτα λέλεκται. Ἐπὶ δὲ τὸν εἱρμὸν ἐπανακτέον τοῦτον καὶ

τὸ πρόσφορον τέλος αὐτῷ δοτέον· ἐς ὕστερον δὲ καὶ τὸ περὶ τούτου ἢ καὶ περὶ

ἄλλων σαφηνιστέον.

40618-621 πάντες-κατακρίσεως cf. Jn 5, 28-29 ‖ 627-628 τὰς-καλεῖν Grégoire de Nazianze, Discours 38-41, p. 3184-5 (Orat. 41, 3) ; cf. I s 11, 2-3 ‖ 631-632 ὁ Υἱὸς-ἡμῖν Jn 14, 23 ‖ 635-641 μετὰ-ἐπιφέροντος Grégoire de Nazianze, Discours 32-37, p. 2241-2269 (Orat. 34, 15)

41622 οὐκ om. Dos. ‖ 633 κἀν ego: κἂν M κᾀν Dos. ‖ 636 τὰς om. Dos. ‖ 637 ἐναριθμοῦντος Dos.: ἐναρθμοῦντος M ‖ 643 λέγω M: (λέγω) Dos. ‖ 647 τοῦτον M: τούτων Dos.

[650] Μονaχος. Καὶ ποῖός ἐστιν ὁ τοῦ λόγου εἱρμός;

Ἱερομνήμων. Ὁ λόγος ἀπέδειξεν ὅτι ἀρεσκομένου τοῦ Θεοῦ τῇ τῶν δογμάτων

ὀρθότητι τῆς καθ’ ἡμᾶς ἐκκλησίας, δι’ αὐτῆς καὶ τῶν αὐτῆς τροφίμων τὰς θεο-

σημείας ἐργάζεται, καὶ ζώντων καὶ μετὰ θάνατον, καὶ τῇ τῶν ἁγίων λειψάνων

ἀναδείξει· ὧν οὐδέν ἐστιν ἐν τῇ κατὰ Λατίνους, ὡς ἀποστρεφομένου πάντως τοῦ

[655] Θεοῦ καὶ μυσαττομένου ταύτην διὰ τὴν κακοδοξίαν αὐτῆς.

Μονaχος. Οὕτως ἔχει φιλαλήθως.

Ἱερομνήμων. Ἀλλ’ οἱ βέβηλοι τὰς ψυχάς, οἱ πικροὶ τοῦ ὄντος συκοφάνται, οἱ

κατήγοροι τῶν ἐπαινετῶν, οἱ τῆς ἀληθείας προδόται, οἱ τοῦ ψεύδους προήγοροι,

  • 22 παρεξηγηταί : mot rare, voir les attestations données par LBG, s.v. παρεξηγητής.

[15] οἱ τῆς τοῦ Κυρίου θεολογίας παρεξηγηταί22 οἱ τῶν ὀρθῶν δογμάτων ἀ|θετηταὶ καὶ

[660] τῶν σκολιῶν ὑφηγηταί, οἱ τῶν ἁγίων διάβολοι ἐτόλμησαν εἰπεῖν, ὢ γλώσσης

μιαρᾶς καὶ ψυχῆς ἀκαθάρτου, ὅτι τῷ ἀφορισμῷ τοῦ πάπα καθυπεβλήθησαν οὗτοι

καὶ διὰ τοῦτο διέμειναν ἀδιάλυτοι, οὐχ ὅτι παρὰ τῷ Θεῷ ἐν ἁγίοις τετάχαται. Καὶ

περὶ τῶν θαυμάτων πάλιν τολμηροτέρᾳ γνώμῃ καὶ γλώσσῃ, ἀλλὰ φρίττει μου ὁ

λογισμὸς καὶ διακόπτεται ὁ λόγος τὰ τούτων λέγειν ληρήματα, μᾶλλον δὲ τὰ τῆς

[665] ἀσεβείας κηρύγματα. Εἰρήσθω δὲ ὅμως· περὶ τῶν ἁγίων λειψάνων ὅπως ἐνταῦθα

μὲν ἦσαν θαυματουργά, μετενεχθέντα δ’ ἐν τῇ τῶν Ἰταλῶν κεῖνται ἀνενέργητα,

τὰ δ’ ἐναπολειφθέντα πάλιν ἐνεργοῦσι τὰς θαυματοποιΐας ἐνταῦθα, λέγουσιν

ὅτι τὰ θαύματα τοῖς ἀπίστοις, τοῖς δὲ πιστοῖς τίς χρεία θαυμάτων;

Μοναχός. Κύριε, ἐλέησον. Ἔφριξα ὅλος ὁλοτελῶς καὶ τὸ δέρμα μου ἐπὶ τὴν ἐμὴν

[670] ἀνήχθη κορυφὴν τούτων τῶν φρικτῶν ἀκούσας λόγων.

Ἱερομνήμων. Ναί, Κύριε, ἐλέησον καὶ ῥῦσαι πάντα ὀρθόδοξον τῆς τοιαύτης αὐτῶν

δυσσεβείας. Ἀλλ’ οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ τῆς σοφίας ἀμέτοχοι, οὓς ὁ ἀπόστολος

φθάσας κέκληκε νηπίους κλυδωνιζομένους καὶ περιφερομένους παντὶ ἀνέμῳ τῆς

διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν τῇ πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς

[675] πλάνης, οἱ ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ

Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,

συγκαλύψαι τὸ οἰκεῖον αἶσχος οὐκ ἔχοντες, ὁμόσε φέρονται κατὰ τῶν ἁγίων καὶ

τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος διαβάλλουσι καὶ εἰς αὐτὸ βλασφημοῦσι, ταὐτὸν

ποιοῦντες τοῖς τὸν ἐμὸν Ἰησοῦν συκοφαντήσασιν, ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων

[680] ἐκβάλλει τὰ δαιμόνια καὶ οὐκ ἐν δυνάμει Πνεύματος, ἣν δὴ βλασφημίαν καὶ ἀσυγ-

χώρητον εἶναι ἔν τε τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο. Τί

[15v] γὰρ δὴ κοινὸν τῷ πάπᾳ, ὦ μιαρὲ | ὅστις ποτ’ ἂν ᾖς ὁ ταῦτα λέγων, καὶ τοῖς ἁγίοις

τούτοις, Λάσκαρῃ τῷ βασιλεῖ ἢ τῷ Συμεὼν ἢ τῷ Μιχαὴλ ἢ τῇ δεῖνα γυναικί;

Ὁ πάπας γὰρ ἅπαξ ἅπαντας τοὺς Γραικοὺς ἀφορίζει, καὶ λοιπὸν ἔδει πάντας ὁμοῦ

42665-666 ἐνταῦθα-ἀνενέργητα cf. supra l. 556-558 ‖ 673-675 νηπίους-πλάνης Ep 4, 14 ‖ 679-680 ἐν-δαιμόνια Mt 9, 34; Mc 3, 22 ‖ 680-681 βλασφημίαν-μέλλοντι cf. M t 12, 31-32 et Mc 3, 28-29

43658-659 post προήγοροι οἱ Dos. ἡ M ‖ 667 ἐναπολειφθέντα ego: ἐν ἀπολειφθέντα M ἐναποληφθέντα Dos. ‖ 682 ᾖς Dos.: ἧς M ‖ 683 Λάσκαρῃ M: Λασκάρεϊ Dos. ‖ δεῖνα M: δείνᾳ Dos.

[685] τοὺς μετὰ τὸ σχίσμα γεννηθέντας καὶ θανόντας διὰ τὸν ἀφορισμὸν ἐκείνου ἀδια-

λύτους μεῖναι, οὐχ ὅτι <τι>νὰς εὐαριθμήτους ἁγίως καὶ ὁσίως βιώσαντας. Καὶ πῶς

ἂν εἶχεν ἡμῶν καθικέσθαι ὁ ἐκείνου ἀφορισμός, ὅπου γε κατὰ τῶν ἀπὸ τῆς ἰδίας

αὐλῆς ἐκφωνούμενος, ἀνενέργητος μένει, δι’ ἣν ἔχει στέρησιν ἐξουσίας καὶ

χάριτος τοῦ θείου Πνεύματος ὁ τοῦτον ἐκφωνῶν; Ἀλλ’ ἴσως τοῦ ἱεροῦ Ἀρσενίου

[690] καθαπτόμενος καὶ τοῦ θείου Μελετίου, ὅτι κατὰ πρόσωπον τοῖς λατινόφροσιν

ἀντετάξαντο καὶ τῷ λατινισμῷ προδήλως καὶ αὐτῷ τῷ πάπᾳ, ταῦτα φῄς;

Ἀλλ’ ἄκουε παρ’ ἐμοῦ καὶ σύνες τῇ ἀληθείᾳ· ὁ ἐν ἁγίοις πατριάρχης Ἀρσένιος

  • 23 ἠφόρισε: forme attestée à partir de l’époque médiobyzantine à côté de ἀφώρισε; on trouve aussi la (...)

ἠφόρισε23 τὸν βασιλέα Μιχαήλ· ὁ βασιλεὺς οὗτος τιμωρητικῶς μετῆλθε τὸν θεῖον

Μελέτιον ὅτι μὴ οἷός τ’ ἐγένετο σύμφρονα τοῦτον σχεῖν τοῖς λατινικοῖς· ἀπέθανον

[695] δὴ καὶ οἱ τρεῖς καὶ ἐς δεῦρο κεῖνται, ἵν’ οὕτως εἴπω, ἀδιάλυτοι. Γενοῦ τοίνυν αὐτὸς

  • 24 τὸ δόσιμον : la forme féminine que donne le manuscrit n’est pas attestée, au contraire de la forme (...)

κριτής, παρ’ ἐμοῦ τὸ δόσιμον24 λαβών, καὶ συναχθέντων τῶν τριῶν, παράθες

ἕκαστον ἑκάστῳ· ἐπίβαλε τὰς ὄψεις, κατανόησον ἀκριβῶς, εἰπὲ μετὰ συνειδήσεως

τίς ὁ ἀφωρισμένος, ποῖος ὁ ἅγιος. Ἀλλὰ καὶ τυφλῷ δῆλον, κἂν μὴ σοὶ καὶ τυφλοῦ

χεῖρον διακειμένῳ; Εἰ δὲ ἄπιστοι ἡμεῖς, καὶ διὰ τοῦτο αἱ τῶν θαυμάτων ἐνέργειαι

[700]παρ’ ἡμῖν, οἱ δὲ Ἰταλοὶ πιστοί, καὶ διὰ τοῦτο ἀργοῦσιν αἱ δυνάμεις παρ’ αὐτοῖς,

  • 25 ὢ τίς εἴπω : il faut comprendre τίς εἰμι ἵν’ εἴπω.

ὢ τίς εἴπω25 Ὁρᾷς ὅτι ὡς μεθύων παραφρονεῖς καὶ τἀναντία οὗ βούλει ἡ σὴ

προφέρει γλῶττα; Ἵνα τίνι πιστεύσωμεν ἄλλῳ Θεῷ παρ’ ὃν πιστεύομεν; Οὐ τὸν

αὐτὸν ἐκείνοις τοῖς ἁγίοις πιστεύομεν, καὶ ᾧ λελατρεύκασιν ἐκεῖνοι καὶ ἡμεῖς

[16] λατρεύομεν; | Ἀλλ’ αἰσχυνόμενος ἴσως ἀκοῦσαι ὅπερ καὶ ἀληθές, ὅτι μυσάττονται

[705] καὶ ἅγιοι καὶ ἄγγελοι καὶ πᾶσα δύναμις καὶ ἐνέργεια θεία καὶ αὐτὸς ὁ Θεὸς καὶ τὴν

πίστιν καὶ τὰ δόγματα καὶ τὰ ἔθη τῶν Ἰταλῶν, ὅτι τὴν αὐτῶν ἐπιστροφὴν ἀπε-

γνώκεισαν, διὰ τὸ ἀνιάτως νοσεῖν αὐτούς, καὶ διὰ τοῦτο ἀργοῦσιν αἱ θεοσημεῖαι

παρ’ αὐτοῖς, οὐκ ἔχων ποῦ καταφυγεῖν, ἐπὶ τὰς τοιαύτας ἀνοδίας φέρῃ καὶ κατὰ

τῆς σαυτοῦ κεφαλῆς καὶ ψυχῆς ταῦτα διανοούμενος καὶ λέγων οὐκ αἰσθάνῃ· πῶς

[710] γὰρ ἐνεργήσῃ παρ’ αὐτοῖς ἡ τοῦ θείου Πνεύματος δύναμις τοῦ βλασφημουμένου

παρ’ αὐτῶν; Οὐκ ἤκουσας ἐν εὐαγγελίοις ὅτι ἐν τῇ <Ναζαρὲτ> θαύματα οὐκ ἐγίνοντο

διὰ τὴν ἀπιστίαν αὐτῶν; Εἰς ἀπόγνωσιν γὰρ τῆς διορθώσεως ἐμπεσόντων τῶν

Ἰταλῶν, καὶ οἱ ἅγιοι αὐτοὺς ἐβδελύξαντο, καὶ ὁ Θεὸς ἀπ’ αὐτῶν ἐξέλιπε· ζῶσι

δὲ μόνον χοιρώδη βίον κατὰ τὰς ἐπιθυμίας αὐτῶν.

44687-688 τῆς ἰδίας αὐλῆς Jn 10, 16 ‖ 711-712 ἐν-αὐτῶν cf. Mc 6, 5-6; Mt 13, 58

45686 οὐχ ὅτι <τι>νὰς ego: οὐχ ὅτι νὰς M οὐχὶ τινὰς Dos. ‖ 691 αὐτῷ τῷ πάπᾳ M: τῷ αὐτῷ πάπᾳ Dos. ‖ 693 ἠφόρισε M: ἀφώρισε Dos. ‖ 696 τὸ δόσιμον Dos.: τὴν δόσιμον M ‖ 697 ἐπίβαλε M: ἐπίβαλλε Dos. ‖ 699 διακειμένῳ; interpunxi ‖ 701 τίς M: τί Dos. ‖ εἴπω; interpunxi ‖ 702 τίνι M p. c.: τίνο M a. c. ‖ 710 ἐνεργήσῃ M: ἐνεργήσει Dos. ‖ 711 Ναζαρὲτ Dos.: lacunam fert M ‖ ἐγίνοντο M: ἐγένοντο Dos.

[715] Ἀλλ’ ὁ τοῦ ἡμετέρου ἔθνους ἀργηγὸς καὶ οἱ τῆς καθ’ ἡμᾶς ἐκκλησίας προστάται,

μὴ πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀπιδόντες, μηδὲ συνιέντες ἐν οἵᾳ τῶν δυστυχιῶν

ἐσχατιᾷ κατηνέχθησαν, μηδ’ ὅτι πάντων ἁπαξαπλῶς ἐστέρηνται, τόπων, πόλεων,

ἐθνῶν, νήσων, ἀνατολῆς καὶ δύσεως, ἔτι δὲ χρημάτων, κτημάτων, στρατευμάτων,

τῶν κατ’ ἤπειρον στρατευμάτων, τῶν κατὰ θάλασσαν, δυνάμεως, πλούτου,

[720] φαντασίας, ἵνα μὴ καὶ τῶν ἰδίων εἴπω σωμάτων, διὰ τὰς ἡμετέρας ἴσως ἁμαρτίας·

ἐξ ὧν ἦν δυνατὸν ἡμᾶς συνιέναι τὴν καθ’ ἡμῶν τοῦ Θεοῦ ἀγανάκτησιν καὶ πάντων

ἀφεμένους αὐτῷ τῷ Θεῷ προσχεῖν καὶ ἱλασμὸν τῶν ἐπταισμένων αἰτεῖν τοῖς

προσήκουσι τῶν τρόπων, εἶτα καὶ τὴν τῶν πραγμάτων διόρθωσιν τῶν οἰκείων,

καὶ μετὰ ταῦτα τῶν ἀλλοτρίων. Οἱ δὲ τὰ ὑπὲρ αὐτοὺς φρονήσαντες καὶ τῇ οἰήσει

[725] φυσηθέντες, ἥτις ὡς φύσις γέγονεν αὐτοῖς τῷ μακρῷ χρόνῳ, ταῖς ψυχαῖς αὐτῶν

[16v] ἐφι|ζάνουσα, ἐξ ἧς καὶ ὁ τοῦ ἡμετέρου γένους πολέμιος πέπτωκεν ἰσοθεΐαν φαντα-

σθείς, καὶ πλέον δυνήσεσθαι οἰηθέντες ἢ οἱ ἅγιοι ἢ ἄγγελοι ἢ αὐτὴ ἡ θεία δύναμις,

ἐς Ἰταλίαν ἀποπλεῦσαι διενοήθησαν ἐπὶ διορθώσει τῆς πίστεως τῶν ἐκεῖσε ἐθνῶν.

  • 26 δύσσελμον : mot rare, voir l’unique attestation donnée par LBG, s.v. δύσσελμος.

Τίνες; Οἱ μηδὲ πλοῖον δύσσελμον26 παρασκευάσαι ἰσχύοντες. Τίνας θεολόγους ἐπι-

[730] φερόμενοι; Ἀλλ’ ἵλεως γενοῦ μοι, Κύριε, καὶ μὴ πρὸς ἐξήγησιν τῶν ἀρετῶν αὐτῶν

ἐξάξῃς με· πλὴν γὰρ τοῦ ἁγίου τοῦ Ἐφέσου, ὅτι καὶ βίῳ ἁγίῳ καὶ σοφίᾳ λόγων

κεκόσμητο, καὶ ἄλλων τινῶν λίαν εὐαριθμήτων βίου σεμνότητα δῆθεν μετερχο-

μένων, ἀλόγων δέ, οἱ ἄλλοι πάντες, ἵνα σεμνότερον εἴπω, ἦσαν ἀνάρμοστοι τοῖς

τοιούτοις ἐκ πολλῶν καὶ πείρας οὐδ’ ἡστινοσοῦν μέτοχοι. Ἀλλὰ καὶ τί τῶν πρὸς τὰ

[735] τοιαῦτα συντεινόντων ἐπεφέροντο; Οὐδὲν ἄλλο εἰ μὴ τὰς ἑαυτῶν κοιλίας κενάς,

καὶ δι’ ἡμέρας ἑκάστης οὐδενὸς ἄλλου προσῆν αὐτοῖς ἡ φροντίς, εἰ μὴ καταβοᾶν

τοῦ πάπα· δὸς ἡμῖν φαγεῖν, δὸς τὰ πρὸς χρείαν. Καὶ λαμβάνοντες οὐκ ἐπίμπλαντο,

ὥστε ταὐτὸν πεπόνθασι στρουθοῖς τοῖς διὰ τὴν λίχνον γαστέρα πάγαις τισὶν ἢ

δικτύοις ἐμπίπτουσιν· ὧν τινα, ἐν τῷ τιθασσεύεσθαι τῶν ἡμερούντων αὐτὰ νέων,

[740] τροφὴν παραδεικνύντων μηρίνθῳ προσηρτημένα ποππύσμασί τισι, τὰς παρ’ αὐτοῖς

λεγομένας σκάλας κατὰ μικρὸν ἀνίπτανται· ἃ καὶ πολλάκις μεγάλην διάστασιν

διϊπτάμενα τῆς τροφῆς ὅμως διαμαρτάνουσιν· οἷόν τι πεπόνθασι καὶ αὐτοί, κατὰ

μικρὸν τῷ θελήματι τῶν τρεφόντων ὑπείξαντες. Ἀλλ’ ὅμως οὕτως ἐχόντων συνε-

κροτήθη καὶ ἡ λεγομένη σύνοδος. Τί τὸ τέλος αὐτῆς τῶν προηγησαμένων πάντων

46726-727 ἰσοθεΐαν φαντασθείς cf. Jean Chrysostome, In Genesim (homélie 12), dans PG 53, col. 103, l. 32 ; ibid. (homélie 18), col. 151, l. 8

47715 ἀλλ’ ὁ M: ὁ δὲ Dos. ‖ ἀργηγὸς M: ἀρχηγὸς Dos. ‖ 716 μηδὲ ego: μὴδε M μὴ δὲ Dos. ‖ 717 μηδ’ ὅτι M: μὴ δ’ ὅτι Dos. ‖ 724 οἰήσει M: οἰήσῃ Dos. ‖ 725 τῷ ego: τὰς M ὡς Dos. ‖ 727 post ἅγιοι ἢ add. οἱ Dos. ‖ 729 δύσσελμον ego: δίσελμον M Dos. ‖ 733 σεμνότερον om. Dos. ‖ 737 ἐπίμπλαντο Dos.: ἐπίπλαντο M ‖ 739 ὧν M: ὥς Dos.

[745] ἐπάξιον; Ἐγὼ γὰρ οὐ συνορῶ τι ἀγαθόν· ἀντὶ ἑνώσεως, διάστασις· ἀντὶ φιλίας,

[23] μῖσος· ἀντὶ ὁμονοίας, διχόνοια· καὶ τὸ προτεθῆναι τὸ δύστηνον τοῦτο γένος, | τὸ

ἐπ’ εὐσεβείᾳ ζηλούμενον, εἰς ὄνειδος τοῖς τε ἀθέοις Ἀγαρηνοῖς καὶ τοῖς ἀσεβέσιν

Ἰουδαίοις καὶ πᾶσιν ἁπλῶς τοῖς περὶ τὴν πίστιν διαφερομένοις, ὡς ἐπιτωθάζεσθαι

καὶ κερτομεῖσθαι ἡμᾶς παρὰ πάντων ὡς ἀπωλέσαμεν τὴν πίστιν καὶ οὐκ οἴδαμεν

[750] τί πιστεύομεν, καὶ ὅσα οὐκ ἐγχωρεῖ γλῶσσα διηγήσασθαι.

Μοναχός. Ἀλλὰ παρακαλῶ, στήσας τὴν ὁρμὴν τοῦ λόγου, ἐρωτῶντί μοι φράσον.

Ἱερομνήμων. Εἴπερ ἐξ ὧν ἠκηκόεις ἐπανερέσθαι τι βούλει, ἄλλο τε παραβαλὼν

καὶ τὸ περὶ τούτου κοινωσάμενος ἡμῖν, Θεοῦ συναιρομένου καὶ διδόντος λόγον ἐν

ἀνοίξει τοῦ στόματος ἡμῶν, τεύξῃ τῆς σαφηνείας τῆς κατὰ δύναμιν· νῦν γὰρ ὡς

[755] ὁρᾷς, ἀπροόπτως ἐπιδεδημηκώς, ταῖς κατὰ μικρὸν προσθήκαις τῆς πεύσεως ἐς

τόδε λόγου ἐξενεχθῆναι καὶ ἄκοντας ἡμᾶς παρεσκεύασας, ἀλλὰ καὶ λόγοι κεκίνηνταί

τινες οὓς οὐκ ἐβουλόμεθα προελθεῖν τοῦ ἡμετέρου στόματος πρὸς ἀγνώστους

ἀνθρώπους. Δεῖ γὰρ καὶ τὰς προδοσίας ἃς ἔφθημεν εἰπόντες παραφυλάττεσθαι,

δέους μὲν ἕνεκεν ἵνα μή τι δεινὸν εἰς ἡμᾶς γένηται σωματικὸν οὐδ’ ὁπωσοῦν, εἰ

[760] γὰρ καί τι παρακολουθήσει, μᾶλλον ἔσται ψυχωφελὲς καὶ σωτήριον, φειδοῖ δὲ τῶν

διωκτῶν, ἔφη τις, ἵνα μὴ τοῦ κακουργεῖν ἀφορμὴν αὐτοῖς παρέξωμεν.

Μονaχος. Ἔστω ἀνάθεμα οἱ ταῦτα διαπραττόμενοι, καὶ εἴ τις προδότης, ὡς ὑφορᾷ,

διχοτομήσοι αὐτὸν ὁ Κύριος καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσοι.

Ἱερομνήμων. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ τὸ τῆς ὥρας ὀψὲ καὶ τὸ τῶν λόγων συνεχὲς

[765] δριμύτητα προξενεῖ σὺν ἡμῖν, τό γε νῦν ἔχον στῆναι τὸν λόγον προτρέπεται.

Καθ’ ἑτέραν δ’ ἡμέραν, ὅταν ᾖ βουλητόν σοι, τὰ περὶ ὧν βούλει μαθήσῃ σαφέστερον.

Μονaχος. Παρακαλοῦντί μοι πρόσχες. Οἶμαι δέ σε πεπεισμένον εἶναι παρὰ τῶν

[23v] ἁγίων καὶ κόπον ὑφίστα|σθαι ὅπου ψυχικὴ παρακολουθεῖ ὠφέλεια· καὶ Παῦλος

γὰρ μέχρι μεσονυκτίου τὸν λόγον παρέτεινε καὶ ἄλλοι πολλοὶ τῶν ἁγίων.

48753-754 διδόντος-ἡμῶν Ep 6, 19 ‖ 760-761 φειδοῖ-παρέξωμεν cf. Ioannès Kalothétos, Vie de Saint Grégoire de Nicomédie, éd. D.G. Tsamès, Ἰωσὴφ Καλοθέτου συγγράμματα, Thessalonique 1980, p. 508150-151; cf. Grègoras, Histoire, III, p. 7014 ‖ 763 διχοτομήσοι-θήσοι Mt 24, 51; Lc 12, 46 ‖ 769 μέχρι-παρέτεινε Ac 20, 7

49747 εὐσεβείᾳ M: εὐσεβείας Dos. ‖ 748 ὡς om. Dos. ‖ 760 παρακολουθήσει M: παρακαλουθήσει Dos. ‖ 762 ἔστω M: ἔστωσαν Dos. ‖ 765 προξενεῖ ego: προξενῇ M προξενοῦν Dos. ‖ σὺν om. Dos. ‖ 768 κόπον Dos.: κόπων M

[770] Ἱερομνήμων. Ἀλλὰ ποῦ Παῦλος ; Ποῦ ἅγιος;

  • 27 ἂν ἐξαγγέλλει : emploi de ἂν avec l’indicatif (voir aussi l. 261).

Μονaχος. Ὃς ἂν ἐξαγγέλλει27 τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ μιμητὴς ἐκείνων

γίνεται· τοῦτο γοῦν οἶμαι δηλοῦν καὶ τῷ αὐτῷ Παύλῳ εἰρημένον· μιμηταί μου

  • 28 λήψετε : l’auteur ne cite pas littéralement le texte de Paul, mais les deux verbes γίνεσθε et λήψε (...)

γίνεσθε ὥστε καὶ τὴν αὐτὴν ἐκείνοις ἀντιμισθίαν λήψετε28.

Ἱερομνήμων. Καὶ περὶ τοῦ πείθεσθαι βούλει ; Εἴπερ ἐστὶν ὀλίγον τι, εἰρήσθω καὶ

[775] αὐτό.

Μοναχός. Ἐγὼ ἐξ ὧν ἤκουσα ἀπ’ ἀρχῆς, πολλὰ ἐσημειούμην, ἵνα ἐς ὕστερον

ἐπανέρωμαι πρὸς τὸ σαφηνισθῆναί μοι, ἀλλ’ ἡ ῥαγδαία τοῦ λόγου φορά, ἥτις

ἐρράγη μάλα πολλή, ἴσως λέγω πρὸς τὴν ἐμὴν ἀσθένειαν ἀφορῶν, συνέχεέ μου

τὸν λογισμὸν ἀπολῦσαί τε κἀκεῖνα παρεσκεύασεν. Ἐκ δὲ τῶν τελευταίων τουτωνὶ

[780] λόγων ἐρωτῶ, ὅσα διηγήσω περὶ τοῦ ἁγίου Μελετίου, πόθεν ἔχεις ταῦτα καὶ οὕτω

κατὰ λεπτὸν ἀφηγήσω μοι; Καὶ δεύτερον, ὅτι ἐπεὶ ὁ σὸς λόγος βούλεται μὴ εἶναι

παρὰ τοῖς Ἰταλοῖς ἁγίους, πῶς ὀνομάζονται παρ’ αὐτοῖς ἅγιοι μετὰ τὸ σχίσμα;

Λέγουσι γὰρ ὁ ἅγιος Φραντζέσκος καὶ Δομένικος καὶ οὐκ οἶδα εἴ τις ἄλλος.

Ἱερομνήμων. Περὶ μὲν τοῦ ἁγίου Μελετίου, ἐπεὶ τὸ ἱερὸν αὐτοῦ λείψανον διὰ τῶν

[785] παρακολουθησάντων θαυμάτων πεφανέρωται, τοῦ εὑρεθέντος τῷ τότε ἁγιωτάτου

πατριάρχου κυροῦ Ἡσαΐου σύνοδον συγκροτήσαντος ἐνταῦθα τοπικῶς τῶν

καθευρεθέντων ἁγιωτάτων ἀρχιερέων καὶ τῶν ἄλλων, ἐξ ὧν τὸ τῆς ἐκκλησίας

πλήρωμα συμπληροῦται, ἀλλὰ καὶ συγκλητικῶν ἀρχόντων γνώμῃ βασιλικῇ, καὶ

τοῦ περὶ τούτου μεγάλῃ καὶ ἀκριβεῖ βασάνῳ διαλευκανθέντος, ἐπεὶ τῷ ὄντι ἅγιον

[790] λείψανον εὑρέθη ἀπό τε τῶν θαυμάτων καὶ ἐξ ἁπάντων τεκμηρίων, κοινῇ γνώμῃ

καὶ κρίσει ἀληθεῖ καὶ τιμᾶσθαι καὶ ψάλλεσθαι ὡς ὄντως ἅγιον τῇ ἐκκλησίᾳ |

[17] παραδέδοται, καὶ ἔκτοτε ψάλλεται ἐν τῇ σεβασμίᾳ μονῇ τοῦ ἁγίου καὶ δικαίου

Λαζάρου, ἔνθα κατάκειται, τῇ ιθ΄ τοῦ ἰανουαρίου μηνός. Περιόντων δὲ καὶ πολλῶν

τῶν αὐταῖς ὄψεσι καὶ ἀκοαῖς τὴν ἀκρίβειαν καταμαθόντων τοῦ τε βίου καὶ τῆς

[795] ἀσκήσεως καὶ τῶν παρὰ τὴν ζωὴν αὐτοῦ θαυμάτων, ἔτι δὲ τῆς ἀθλήσεως καὶ τῶν

μετὰ τὴν ἀποβίωσιν θαυμάτων, συνεγράφη καὶ ὁ βίος αὐτοῦ καὶ ἡ ἄθλησις καὶ

ὀλίγα τῶν θαυμάτων πρὸς ἑνὸς τούτων, ἀνδρὸς καὶ βίῳ καὶ λόγῳ κεκοσμημένου

καὶ διὰ πάντων τὸ αἰδέσιμον ἔχοντος, Μακαρίου τοὔνομα μητροπολίτου Φιλαδελ-

φείας· οὗ τὴν οἰκειόχειρον ὑπογραφὴν αὐτὸς ἑώρακα ἐν τῷ κατὰ Βαρλαὰμ καὶ

50772-773 μιμηταί-γίνεσθε 1 Th 2,14; 1 Co 4, 16; 1 Co 11, 1 ‖ 773 τὴν-ἀντιμισθίαν cf. 2 Co 6, 13

51773 γίνεσθε M p. c.: γίνεσθαι M a. c. Dos. ‖ λήψετε ego: λήψεται Μ Dos. ‖ post λήψετε del. μοναχός Μ ‖ 776 μοναχός uοναχός M p. c.: ἱερομνήμων M a. c. ‖ 779 ἀπολῦσαί ego: ἀπολύσαι M ἀπολέσαι Dos. ‖ τουτωνὶ ego: τούτωνί M p. c. τούτων M a. c. Dos. ‖ 785 τῷ om. Dos. ‖ 786 κυροῦ Ἡσαΐου M: κυρίου Ἠσαΐου Dos. ‖ 787 καθευρεθέντων M : παθευρεθέντων Dos. ‖ 789 τοῦ περὶ om. Dos. ‖ 791 post ἐκκλησίᾳ add. διώρισται. Τέλος τελευταῖον, καὶ τῷ ἀνάρχῳ καὶ ἀτελευτήτῳ Θεῷ δόξα. Dos. ‖ 795 αὐτοῦ om. Dos. ‖ 798-799 Φιλαδελφείας M  : Φιλαδελφίας Dos.

[800] Ἀκινδύνου τόμῳ τῷ ἐπὶ τοῦ βασιλέως Καντακουζηνοῦ γεγονότι, ἐπεὶ καὶ αὐτὸς τῇ

συνόδῳ ἐκείνῃ παρῆν καὶ τοῖς ὀρθοδόξοις συνηγωνίζετο. Ἀλλ’ ἐνταῦθα τοῦ λόγου

γενόμενος, εἰ καὶ τῷ λέγειν κέκμηκά πως, ἡδέως ὅμως ἐροίμην· τίς ὁ τότε βασι-

λεύων; Πάντως Ἀνδρόνικος, υἱὸς Μιχαὴλ τοῦ τὸν ὅσιον θλίψαντος. Τίνες οἱ τῆς

συγκλήτου ἄρχοντες; Πάντως οἱ ἀναχθέντες καὶ τιμηθέντες παρ’ ἐκείνου καὶ

[805] δωρεῶν ἀπολαύσαντες. Πῶς οὖν οὐκ ἐσπούδασαν παρεμποδίσαι τὸ τοιοῦτον

ἐγχείρημα, ἢ ἡ σύγκλητος ἢ ὁ βασιλεὺς λογισάμενος ὅτι ἐκ τούτου δύσφημος δόξα

τις ἀσεβείας καὶ ὠμότητος καὶ ἀπανθρωπίας τῷ ἰδίῳ προσγενήσεται πατρί;

Ἀλλ’ ἐπεὶ τῇ ἀληθείᾳ οὐχ οἷοί τ’ ἦσαν ἀντιμαχέσασθαι, μᾶλλον συντεθῆναι ταύτῃ

διενοήθησαν, ἵνα μὴ καὶ θεομάχοι εὑρεθῶσιν· εἶτα τὸν βασιλέα Μιχαήλ, οἱ αὐτοῦ

[810] παῖδες καὶ διάδοχοι καὶ κληρονόμοι τοῦ θρόνου καὶ τῶν πραγμάτων, πῶς οὐκ

ἠδυνήθησαν, εἴτε δικαίως εἴτε ἀδίκως, ὡς ἅγιον ἐπιφημίσαι, σῶον καὶ ἀδιάλυτον

καὶ αὐτὸν εὑρεθέντα; Ἀλλ’ ἐς δεῦρο ἀφωρισμένος ἐστί τε καὶ λέγεται, καὶ μέχρι

[17v] τῆς πρότριτα παίγνιον καὶ γέλως προὔκειτο καὶ τοῖς παι|δίοις αὐτοῖς, τυμπανίας

ἐπ’ ἐδάφους κυλιόμενος, εἰ μή τις οἴκτῳ κινηθεὶς τοῦτον κατέχωσε καὶ ἐν σκότει

[815] που καὶ ἀφανείᾳ κατέκρυψεν, ὥσπερ ἦν ἄξιον· μοναχῷ δέ τινι ξένῳ καὶ τοῖς πλείοσιν

ἀγνώστῳ πάσαις ψήφοις αὐτοί τε καὶ ἅπας ὁ κόσμος τὴν ἁγιωσύνην ἐπεκύρωσαν.

Ὁρᾷς τὰ τοῦ Θεοῦ θαύματα καὶ πῶς τὸ φῶς ὑπὸ τῆς σκοτίας διώκεται μέν, οὐ

καταλαμβάνεται δέ; Ἀλλὰ ταῦτα καὶ πλείονα ἔτι ἔχων εἰπεῖν καὶ περὶ τοῦδε τοῦ

ἁγίου λειψάνου, ἔτι δὲ καὶ τοῦ ἁγίου Ἀρσενίου, τὸ νῦν παραλείπω· καὶ ταῦτα γὰρ

[820] σὺν ἀνάγκῃ πολλῇ λέλεκται.

Περὶ δὲ τῶν παρὰ Λατίνοις ὀνομαζομένων ἁγίων, θαυμάζω πῶς οὐ συνῆκας ἐξ ὧν

ἤκουσας, ἀλλὰ τὰ αὐτὰ πάλιν ἀναγκάζεις λέγειν με· εἰπὼν γὰρ ἔφθην ὅτι οὐκ

ἀνεκήρυξεν αὐτῶν τινα ὁ Θεός, οὐκ ἐδόξασε διὰ σημείων, ἃ τοῖς πιστεύουσιν

παρακολουθεῖν ὁ Κύριος ἀπεφήνατο, κἀντεῦθεν εἶπον εἶναι δῆλον ὅτι οὐκ

[825] ἐπίστευσαν ὀρθῶς. Καὶ ἐπεὶ οὐκ ἐξίσχυσαν υἱοὶ ὑψίστου καὶ θεοὶ γενέσθαι διὰ τῆς

  • 29 θεοσημίας : forme attestée à côté de θεοσημεία, qu’on trouve aussi dans le texte l. 652-653 et 707

χάριτος ὥστε καὶ θεοσημίας29 ἐνεργεῖν, ὡς ἄνθρωποι ἤδη ἀπέθανον· συνέβη δὲ ὡς

ἀνθρώπους παρὰ ἀνθρώπων φημίζεσθαι. Οἱ δὲ λογισμοὶ τῶν ἀνθρώπων πάντες

δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν, καὶ ἄνθρωπος εἰς πρόσωπον ὁρᾷ, Θεὸς δὲ

εἰς καρδίαν· καὶ ἐγὼ βούλομαι τὸν ἐμὸν πατέρα ἅγιον ὀνομάζειν, ἀλλὰ τίς οἶδεν εἰ

52825 υἱοὶ-θεοὶ Ps 82 (81), 6

53800 γεγονότι M: γεγονότῳ Dos. ‖ 802 τῷ M: τὸ Dos. ‖ 805 ἐσπούδασαν M: ἐσπούδασε Dos. ‖ 808 οἷοί τ’ M: οἷοντ’ Dos. ‖ 811 ἐπιφημίσαι M: ἐπιφημῆσαι Dos. ‖ 815 ἀφανείᾳ M p. c.: ἀφανίᾳ M a. c. Dos. ‖ 817 σκοτίας M: σκοτείας Dos. ‖ 819 γὰρ om. Dos.

[830] καὶ παρὰ Θεῷ τοῦτο κέκριται; Καὶ σὺ τὸν καλόγηρόν σου ἅγιον λέγεις, ἀλλὰ τίς

οἶδεν εἰ καὶ παρὰ Θεῷ ἅγιός ἐστι; Οὐ γὰρ ὁ Θεὸς ἐπεψήφισε τοῦτο. Συνῆκας;

Ἀλλὰ καλὸν προσθεῖναι καὶ τοῦτο τὸ διήγημα. Ἐν τῷ πολιχνίῳ τούτῳ τῷ ὀνομα-

ζομένῳ τοῦ Γαλάτου, δύο εὑρίσκονται μοναστήρια τῶν δύο σχημάτων αὐτῶν, τὸ μὲν

  • 30 Φραντζέσκον / Φραντζίσκου : les deux formes existent et témoignent des variations à l’œuvre dans l (...)

τὸν Φραντζέσκον30 κεκτημένον ἀργηγόν, τὸ δὲ τὸν Δομένικον, οὓς ὀνομάζουσιν

[835] ἁγίους, οἷς καὶ τελοῦσιν ἑορτάς, οὐκ οἶδα καθ’ ὁποῖον καιρὸν ἑκάστῳ. Κατὰ δὲ τὸ

[18] ἐπικρατῆσαν ἔθος, μὴ διενεργεῖν τὰ ἱερατικὰ | τοὺς οἰκείους τῆς μονῆς, ἢ τῷ ἀσχο-

λεῖσθαι ἐν ἄλλοις τισὶν ἢ οὐκ οἶδ’ ὅπως, ἀλλὰ προσκαλεῖσθαι τοὺς τοῦ ἑτέρου

μοναστηρίου καὶ ταῦτα τελεῖν. Προσεκλήθησαν καὶ οἱ τοῦ Δομενίκου εἰς τὴν ἑορτὴν

τοῦ Φραντζίσκου. Καὶ ἐπεὶ κατὰ τὸ εἰωθὸς ἔστη καί τις αὐτῶν διδάξαι, ἀντὶ τοῦ

[840] ἐπαίνοις ἐπικροτῆσαι τὸν ἑορταζόμενον, ὁ δὲ μᾶλλον πολλὰ συνεῖρε διακωμῳδῶν

αὐτὸν καὶ διαβεβαιούμενος ὡς ψευδῶς ὀνομάζεται οὗτος ὁ Φραντζίσκος ἅγιος·

ἄνθρωπος γὰρ ἦν φαῦλος καὶ ἀτάσθαλος, μέθυσος καὶ ἀδδηφάγος, ὃς καὶ πορνικῶς

συνεγένετο τῇ σάντᾳ Κέρᾳ καὶ ἐπ’ αὐτῷ τῷ μιάσματι ἐσφάγη πρός του τῶν

ἐραστῶν αὐτῆς· ἡ δ’ ἐπλάσατο ὅτι ὑπὸ τῶν σεραφὶμ ἐσφάγη συγκαλύπτουσα

[845] τὴν ἀτοπίαν, ὃ καὶ ἐστέρχθη παρά τινων ἀφρόνων· καὶ πολλὰς ἄλλας λοιδορίας

κατέχεε τούτου. Οἱ δὲ τοῦ μοναστηρίου τὰ τοιαῦτα μαθόντες ἄγνοιαν ὅμως

παντελῆ τούτων ὑπεκρίθησαν· ἔνθεν τοι προσκληθέντες καὶ αὐτοὶ ἐν τῇ ἑορτῇ

τοῦ Δομενίκου, τὰ ὅμοια καὶ χείρω διεπράξαντο· ἐξ ἐκείνου γοῦν δοκεῖ μοι

διακοπῆναι καὶ τὸ τοιοῦτον ἔθος. Ὁρᾷς ποταποὶ ὄντες, ποταποὺς κέκτηνται καὶ

[850] τοὺς ἁγίους;

Μονaχος. Ὄντως γέλωτος ἄξια τὰ παρ’ αὐτοῖς πάντα, καὶ οὐδὲν σεμνὸν οὐδὲ

αἰδέσιμον· καὶ πῶς ἀνέχεται Θεὸς τοσούτου πλήθους ψυχῶν ζημίαν τοσούτων

μυριαρίθμων ἐθνῶν Τριάδα ὁμολογούντων, Πατέρα τε καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα

τιμώντων ὡς ἕνα Θεόν, τούς τε ἁγίους ἅπαντας καὶ τὰς ἁγίας εἰκόνας σεβομένων

[855] καὶ καθάπαξ χριστιανῶν λεγομένων;

Ἱερομνήμων. Τούτοις ἅπασι καὶ Ἀρμένιοι καὶ μονοθελῆται καὶ οἱ ἄλλως αἱρετικοὶ

σεμνύνονται, ἀλλ’ ὡς ἀλλότριοι τῆς ὀρθοδόξου πίστεως ἀπεκόπησαν· ἀλλ’ ἐρωτήσω

σε καὶ αὐτὸς πῶς ἀνέχεται Θεὸς ζημίαν τοσούτου πλήθους ψυχῶν τῶν ἀσεβῶν·

[18v] κατανόησον | πόσοι ἐγένοντο καὶ εἰσὶ καὶ γενήσονται.

54828-829 ἄνθρωπος-καρδίαν 1 S 16, 7

55834 Φραντζέσκον M p. c.: Φρατζέσκον M a. c. ‖ ἀργηγόν M: ἀρχηγόν Dos. ‖ 836 ἢ Dos.: ἧς M ‖ 838 οἱ Dos.: οἰ M ‖ 839 Φραντζίσκου M: Φραντζέσκου Dos. ‖ 840 συνεῖρε Dos.: συνῆρε M ‖ 841 Φραντζίσκος M: Φραντζέσκος Dos. ‖ 844 ἡ δ’ Dos.: ἥδ’ M ‖ 845 λοιδορίας M p. c.: λοιδορείας M a. c. ‖ 854 σεβομένων ego: σεβομ/νων M σεβωμένων Dos.

[860] Μονaχος. Καὶ καταλλήλως τοῖς ἀσεβέσι καὶ αὐτοὶ παρ’ ὑμῖν κρίνονται; Οὐκ ἔστιν

ἁμαρτία;

Ἱερομνήμων. Παρ’ ἐμοῦ τοῦτο ζητεῖς γνῶναι; Ἐκ τῶν ἀποφάσεων τῶν ἁγίων

τοῦτο κατάμαθε· ὁ ἐκ Δαμασκοῦ θεολόγος Ἰωάννης ὁ σοφὸς τὰ θεῖα ἐν κεφαλαίῳ

<...>. Καὶ ὁ μακάριος Δάμασος ὁ τῆς ἀρχαίας Ῥώμης ἐπίσκοπος πρὸς τοὺς κατὰ τὴν

[865] ἕω ἐπισκόπους γράφων φησίν· ἅπαξ τύπον δεδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν

χριστιανὸν ἐκεῖνο φυλάττῃ ὅπερ παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ

ἀποστόλου· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἄλλος δέ τις

τῶν θεοσόφων ἀνδρῶν· εἴ τις, φησί, τῶν δοκούντων τοῖς θεοφόροις πατράσι σαλεύει

τι, οὐκ ἔτι τοῦτο οἰκονομίαν κλητέον, ἀλλὰ παράβασιν καὶ προδοσίαν δόγματος καὶ περὶ

  • 31 ἀρειανῶς : le terme n’est attesté que dans la citation de Grégoire de Nazianze, reprise ensuite ic (...)

[870] τὸ θεῖον ἀσέβειαν. Καὶ ὁ θεολόγος Γρηγόριος· ἴσον, φησίν, εἰς ἀσέβειαν καὶ ἀρειανῶς31

διαστῆσαι καὶ σαβελλίως συνάψαι. Καὶ ἀλλαχοῦ περὶ τῶν τοιούτων αἱρέσεων· τὰ ἐκ

διαμέτρου κακὰ καὶ ὁμότιμα τὴν ἀσέβειαν. Βούλει καὶ τοὺς ἄλλους διδασκάλους

ἐλθεῖν μαρτυρήσοντας ; Ἢ ἵσταται καὶ παρὰ σοὶ τὸ διὰ στόματος δύο ἢ τριῶν

ὁμοφώνως προφερόμενον ;

[875] Μονaχος. Πανάληθες· ἀλλὰ πῶς ἀθετοῦσι καὶ σαλεύουσι τὰς παραδόσεις τῶν

ἁγίων οἱ Λατῖνοι; Καὶ τοῖς ἀρχαίοις ἐκείνοις αἱρετικοῖς ἐξισοῦνται καὶ τοῖς αὐτοῖς

ἐπιτιμίοις ὑπόκεινται;

Ἱερομνήμων. Πέλαγος ἄπλετον ἡ τοιαύτη πεῦσις ἐπιζητεῖ· πᾶσαν ἀρχαίαν καὶ νέαν

Γραφὴν ἀναπτύξαι δεῖ πρὸς ταύτην καὶ αὐτὰ τὰ βάθη τοῦ Πνεύματος ἐρευνῆσαι,

[19] καὶ οὐχ ὅτι μιᾶς, ἀλλὰ | καὶ πολλῶν ἡμερῶν καὶ ἀσχολίας μεγάλης δεῖ πρὸς ταῦτα.

Τί με πειράζεις; Ἔσχισταί μου ἡ κεφαλή, σφύζουσιν οἱ μήνιγγες, ἐρράγη τὸ στέρνον,

ἡ φωνὴ διακόπτεται ἐξ ὧν κατακόρως ἐλάλησα. Ἄπιθι μετ’ εἰρήνης, ἐς νέωτα

ταῦτά σοι διασαφήσομεν.

Μοναχός. Ἰδού, σοι ποιῶ μετάνοιαν ἕως ἐδάφους καὶ τῶν ποδῶν σου ἐφάπτομαι·

56865-867 ἅπαξ-ἔστω Lettre synodale du pape Damase dans Théodoret de Cyr, Histoire ecclésiastique. II, Livres III-V, éd. L. Parmentier et G. C. Hansen, Paris 2009 (SC 530), p. 38025-29 (V, 10); Ga 1, 9 ‖ 868-870 εἴ-ἀσέβειαν Euloge d’Alexandrie dans Rallès-Potlès, IV , p. 398 ‖ 870-871 ἴσον-συνάψαι Grégoire de Nazianze, Discours 27-31, p. 3382-3 (Orat. 31, 30) ‖ 871-872 τὰ-ἀσέβειαν Grégoire de Nazianze, Discours 38-41, p. 17224-25 (Orat. 39, 11) ‖ 873 διὰ-τριῶν Dt 19, 15 ‖ 885 μέλιτος μυελὸς Leutsch, Corpus paroemiographorum, I, p. 277, 51

57856 ἄλλως M: ἄλλοι Dos. ‖ 860 ὑμῖν M: ἡμῖν Dos. ‖ 864 lacunam indicavi ‖ 870 ἀρειανῶς ego: ἀρείως M Dos.

[885] ὅσον οἷόν τ’ ἐν ἐπιτόμῳ, καὶ τὸ περὶ τούτου δίελθε. Μέλιτος γάρ φησι μυελὸς οἱ

λόγοι σου, καὶ δέδοικα μὴ κατὰ τὴν ἐπιοῦσαν νύκτα τῷ χρεὼν λειτουργήσω καὶ τῆς

τοιαύτης στερηθῶ γλυκύτητος· εἰ δὲ μακροθυμήσαντος τοῦ Θεοῦ ταῖς ἀνομίαις

μου ἐπιζήσω, καὶ αὔριον καὶ ἄλλοτε δραμοῦμαι ὀπίσω σου.

Ἱερομνήμων. Ὢ τῆς βίας. Καὶ πόθεν ἀρκτέον ἐστὶ τὸ περὶ τούτου, ἐκ τῶν ἐσχάτων

[890]ἢ τῶν πρώτων ἢ τῶν μέσων; Ἀλλ’ ἐκ τῶν μεταγενεστέρων διὰ τῶν προγενεστέρων,

ὡσάν τις εἴποι διὰ κλίμακός τινος, ἐπ’ αὐτὸν τὸν μόνον ἅγιον, τὸν πρῶτον καὶ

θεολόγον καὶ τῶν θεολόγων διδάσκαλον, τὸν τοῦ Θεοῦ λόγον ἀνιτέον. Οἱ ἅγιοί

φασι· τὸν Υἱὸν οὐ λέγομεν αἴτιον· Λατῖνοί φασι· τὸν Υἱὸν λέγομεν αἴτιον. Οἱ ἅγιοι·

μόνος αἴτιος ὁ Πατήρ· Λατῖνοι· οὐ μόνος αἴτιος ὁ Πατήρ. Οἱ ἅγιοι μίαν ἴσασιν Υἱοῦ

[895] καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν· Λατῖνοι οὐ μίαν αἰτίαν τὸν Πατέρα, ἀλλὰ καὶ

τὸν Υἱὸν τοῦ Πνεύματος. Οἱ ἅγιοι ἀποφαίνονται· μόνῳ τῷ τῆς ὁμοουσιότητος λόγῳ

λέγεται τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἐκ δὲ τοῦ Πατρὸς ἐκπορεύεται· Λατῖνοι ἀντιλέγουσιν· οὐχ

οὕτως, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται. Οἱ ἅγιοι ἴδιον τῷ Πατρὶ τὸ προβάλλειν

διδάσκουσι· Λατῖνοι καὶ τῷ Υἱῷ κοινὸν ἀντᾴδουσιν. Οἱ ἅγιοι ἐκ Θεοῦ Πατρὸς τὴν

[900] ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον θεολογοῦσι, δι’ Υἱοῦ δὲ πεφηνέναι καὶ μεταδίδοσθαι

τοῖς ἀνθρώποις· Λατῖνοι καὶ ἐξ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν, οὕτως ὡς καὶ ἐξ αὐτοῦ τοῦ

Πατρὸς λέγουσιν. Οἱ ἅγιοι εἰς ἓν αἴτιον τὸν Πατέρα ἀναφέρεσθαι βούλονται τὴν

[19v] ὕπαρξιν Υἱοῦ καὶ Πνεύματος· ἀλλὰ Λατῖνοι τὸν μὲν Υἱὸν εἰς ἓν αἴτιον, | τὸ δὲ

Πνεῦμα εἰς δύο τὰ αἴτια ἀναφέρεσθαι θέλουσιν. Οἱ ἅγιοι ἓν πρόσωπον αἴτιον

[905] μόνον θεολογοῦσι δυοῖν· Λατῖνοι ἓν ἑνὸς καὶ δύο ἑνὸς φρονοῦσιν. Οἱ ἅγιοι τὸν

Πατέρα μόνον ὀνομάζουσι προβολέα· Λατῖνοι δὲ καὶ τὸν Υἱόν. Οἱ ἅγιοι τῆς τοῦ Πατρὸς

αἰτίας ἐξημμένον ἔχειν τὸ εἶναι καὶ ἐξ αὐτοῦ ὑφεστᾶναι τὸ Πνεῦμα τὸ ἅγιον, μόνον δὲ

διὰ τὴν κατ’ οὐσίαν ἕνωσιν τὴν πρὸς τὸν Υἱὸν λέγεσθαι καὶ τοῦ Υἱοῦ κηρύττουσι·

Λατῖνοι καὶ ἐκ τοῦ Υἱοῦ ὑφεστᾶναι τὸ Πνεῦμα, καὶ τὴν αἰτίαν ἔχειν τοῦ εἶναι

[910] σοφίζονται. Οἱ ἅγιοι ἕνα αἴτιον, τὰ δὲ ἐξ αὐτοῦ αἰτιατὰ διασαφοῦσι· Λατῖνοι καὶ

ἓν αἴτιον, καὶ τῶν ἐκ τοῦ αἰτίου τὸ μὲν αἴτιον καὶ αἰτιατόν, τὸ δὲ αἰτιατὸν μόνον

διδάσκουσιν. Οἱ ἅγιοι μόνον τὸν Πατέρα πηγὴν τῆς ὑπερουσίου θεότητος δογματί-

ζουσι· Λατῖνοι οὐ μόνον τὸν Πατέρα, ἀλλὰ ποὺ μὲν μόνον, ποὺ δὲ μετὰ τοῦ Υἱοῦ,

ἀντινομοθετοῦσι. Ταῦτα οὐ φανερὰ ἀντίφασις καὶ ἀντιλογία καὶ κατάλυσις

[915] ὅσον τὸ ἐφ’ ἑαυτοῖς τῶν δογμάτων καὶ τῆς θεολογίας τῶν ἁγίων καὶ ἀνασκευὴ

παντελής;

Μονaχος. Παντί που δῆλον καὶ πᾶς τις ἐρεῖ· πῶς γὰρ οὔ;

Ἱερομνήμων. Καὶ τὸ μέγιστον, ὅτι αὐτοῦ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ὅς ἐστιν ὁ

Υἱὸς τοῦ Θεοῦ, ἀλήθεια καὶ φῶς καὶ δοτὴρ τῶν ἀγαθῶν ὧν πρῶτόν ἐστιν ἡ θεο-

58893 τὸν Υἱὸν-αἴτιον Jean Damascène, Expositio fidei, éd. B. Kotter, Berlin 1973, p. 30287 (I, 8) ‖ 894 μόνος-Πατήρ ibid., p. 3657 (I, 12b) ‖ 896-897 μόνῳ-ἐκπορεύεται cf. Cyrille d’Alexandrie, In Lucam 11, 20, éd. J. Reuss, Lukas-Kommentare aus der griechischen Kirche, aus Katenenhandschriften, Berlin 1984, p. 126, 1416-8 ‖ 899-900 ἐκ Θεοῦ-ἅγιον cf. Grégoire de Nazianze, Discours 32-37, p. 9414 (Orat. 32, 5) ‖ 900-901 δι’ Υἱοῦ-ἀνθρώποις cf. Jean Damascène, Expositio fidei, éd. B. Kotter, Berlin 1973, p. 30291-31292 (I, 8) ‖ 905-906 τὸν Πατέρα-προβολέα cf. ibid., p. 3653 (I, 12b) ‖ 906-907 τῆς-ἅγιον Basile de Césarée, Lettres, éd. Y. Courtonne, Paris 1957, I, p. 8525-29 (Lettre 38) ‖ 908 λέγεσθαι-Υἱοῦ cf. Grégoire de Nysse, Fragmenta, dans PG 46, col. 1109B ‖ 912 μόνον-θεότητος Ps. Denys l’Aréopagite, De divinis nominibus, éd. B. Suchla, Berlin 1990, p. 12811-12 (II, 5)

59906 post Πατέρα del. λέγουσι Μ p. c. ‖ 913 ποὺ ego: ποῦ M πῇ Dos. ‖ ποὺ ego: ποῦ M πῇ Dos.

[920] γνωσία, ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα λέγοντος, ἀντιφερόμενοι Λατῖνοι

ἀναίδην μάλα καὶ τολμηρᾷ γλώσσῃ καὶ γνώμῃ ἀντιφθέγγονται, κἂν ἀλήθεια

κέκλησαι ὦ Χριστέ, τοῦτο, ἀλλὰ πῶς ἂν εἴπω τὸ δύσφημον· ἔδει γάρ σε καὶ ἐξ ἐμοῦ

τοῦ Υἱοῦ, φασίν, εἰπεῖν, κἂν αὐτὸς σεσιώπηκας, ἀλλ’ ἡμεῖς προστίθεμεν. Ὁρᾷς

ὅπως διδακτικώτεροι γεγένηνται τῶν διδασκάλων καὶ τῶν ἀποστόλων σοφώτεροι

[925]καὶ τοῦ Κυρίου αὐθεντικώτεροι καὶ κατὰ διάμετρον τούτοις ἀντιφέρονται;

[20] Μονaχος. Ὦ Κύριε, ῥῦσαι τοιαύτης ἀπονοίας | πάντα ὀρθόδοξον χριστιανόν.

Ἱερομνήμων. Ἐκ γοῦν τῶν τοιούτων συμβαίνει περιπίπτειν αὐτοὺς εἰς μυρίας

αἱρέσεις· καὶ τῷ σαβελλισμῷ γὰρ ὑπόκεινται, ἀλλὰ δὴ καὶ τῷ ἀρειανισμῷ, καὶ

δυαρχίαν εἰσάγουσι καὶ πνευματομάχοι γίνονται, καὶ εἴ τι τοιοῦτον. Ἐκ τοῦ

[930] Πατρὸς γὰρ καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον θεολογοῦντες, ὡς

ἐξ ἑνὸς προσώπου καὶ μιᾶς ἀρχῆς, τῶν δὲ δύο προσώπων ὄντων καὶ δύο ὑποστά-

σεων, συναιροῦντες τὰ δύο πρόσωπα εἰς ἕν, Σαβέλλιοι γίνονται· τοῦτο δ’ ἐκκλῖναι

βουλόμενοι καὶ τὰ δύο πρόσωπα καὶ τὰς δύο ὑποστάσεις ὁμολογοῦντες, δυαρχίαν

εἰσάγουσι· κἀντεῦθεν πνευματομάχοι εὑρίσκονται – τὸ γὰρ ἐκ δύο ἀρχῶν σύνθετον

[935] ἔσται καὶ κτιστόν –, ἀλλὰ καὶ Ἀρειανοὶ εὑρίσκονται κατὰ τὰς ἄλλας αὐτῶν ληρω-

δίας, ἃς μακρὸν ἂν εἴη τό γε νῦν ἔχον λεπτολογεῖν. Ἐπεὶ γὰρ ἐματαιώθη ἡ ἀσύνετος

αὐτῶν καρδία καί, φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, διὰ τοῦτο καὶ παραδοθήσον-

ται τῷ αἰωνίῳ πυρί, ἀθάνατα κολασθησόμενοι. Ὃ καὶ αὐτοὶ πληροφορούμενοι

τοῦτο πείσεσθαι καὶ τῷ πυρὶ ἐκείνῳ παραδοθήσεσθαι, σαίνοντες ἴσως τὰς ἑαυτῶν

[940] καρδίας καὶ κλέπτοντες τὸν ὀρθὸν λογισμόν, διαβατικὸν εἶναι τὸ πῦρ ἐκεῖνο διδά-

σκουσι καὶ πρόσκαιρον, καὶ τέλος ἔχειν τὴν κόλασιν, ἀντινομοθετοῦντες κἀν

τούτῳ τοῖς τοῦ Κυρίου διατάγμασι τοῦ τὴν κόλασιν αἰώνιον ἀποφαινομένου ὥσπερ

καὶ τὴν ζωήν, ὥστε καὶ μισγάγγειαν αἱρέσεων αὐτοὺς προσειπών τις οὐκ ἂν

ἁμάρτοι.

[945] Μονaχος. Καὶ πῶς οὐκ ἀπέκοψε καὶ ἀπεκήρυξεν αὐτοὺς ἡ ἐκκλησία ὡς καὶ τοὺς

πάλαι αἱρετικούς;

Ἱερομνήμων. Καὶ μάλα. Καὶ ἰδίᾳ γὰρ ἕκαστος τῶν ἁγίων καὶ κοινῇ πάντες τῇ

ὁμονοίᾳ καὶ ἑνώσει τοῦ ἐν αὐτοῖς θείου Πνεύματος τούτους ἀποστρέφονται. Ἀλλὰ

καὶ σύνοδος συνεκροτήθη οἰκουμενικὴ ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ Μακε-

60920 ἐκ-Πνεῦμα cf. Jn 15, 26 ‖ 936-937 ἐματαιώθη-ἐμωράνθησαν Rm 1, 21-22 ‖ 942-943 τὴν-ζωήν cf. Mt 25, 46

61920 ἐκπορεύεσθαι M: ἐκπορεύεται Dos. ‖ 935-936 ληρωδίας M: λοιδορίας Dos. ‖ 936 μακρὸν ἂν Μ p. c.: μακρὰν Μ a. c. ‖ ἐματαιώθη Dos.: ἐμαιταιώθη Μ

[20v] δόνος καὶ Φωτίου τοῦ | ἁγιωτάτου πατριάρχου, ἐν ᾗ παρῆν καὶ ὁ πάπας Ἰωάννης

διὰ τῶν τριῶν αὐτοῦ τοποτηρητῶν, ἣν καὶ ἐς δεῦρο στέργει ἡ ἁγία τοῦ Χριστοῦ

ἐκκλησία καὶ ταῖς πρὸ αὐτῆς συναριθμεῖ, ὡς ἔχομεν δεῖξαι διὰ πολλῶν ὁμολογου-

μένων παραστάσεων, ἐπεὶ καὶ οἱ παρ’ αὐτῆς ἐκτεθέντες κανόνες σὺν τοῖς ἄλλοις

τὸ κράτος ἔχουσιν. Ἐν γοῦν τῇ τοιαύτῃ ἁγίᾳ συνόδῳ, τοῦ ἁγίου τῆς πίστεως

[955] συμβόλου ὡς ἐξεδόθη παρὰ τῶν πατέρων δίχα τῆς προσθήκης ἀναγνωσθέντος,

ἅπαντες κοινῇ γνώμῃ ἐξεβόησαν, ὡς ἐν τῇ ἕκτῃ αὐτῆς πράξει διείληπται· εἴ τις

παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι, ἢ προσθεῖναι, ἢ ἀφελεῖν,

ἢ ὅρον ὀνομάσαι, ἢ προσθήκην, ἢ ὑφαίρεσιν ἐν τῷ παραδεδομένῳ ἡμῖν τούτῳ ποιῆσαι

ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς ὁμολογίας ἀλλότριος· τὸ γὰρ

[960] ἀφελεῖν ἢ προσθεῖναι ἀτελῆ τὴν εἰς τὴν ἁγίαν Τριάδα μέχρι σήμερον ἄνωθεν κατι-

οῦσαν ὁμολογίαν ἡμῶν δείκνυσι, καὶ τῆς τε ἀποστολικῆς παραδόσεως καὶ τῆς τῶν

πατέρων διδασκαλίας καταγινώσκει. Ταῦτα γοῦν ἐκυρώθησαν καὶ ὑπεγράφησαν καὶ

παρὰ πάσης τῆς συνόδου καὶ παρὰ τῶν τοποτηρητῶν τοῦ πάπα. Καὶ ὁ αὐτὸς δὲ

πάπας Ἰωάννης τὰ τοιαῦτα βεβαιῶν δι’ οἰκείας ἐπιστολῆς τῆς πρὸς τὸν ἁγιώτατον

[965] Φώτιον, οὕτω φησί· παραδηλοῦμεν τῇ αἰδεσιμότητί σου, ἵνα περὶ τοῦ ἄρθρου τούτου,

δι’ ὃ συνέβη τὰ σκάνδαλα μέσον τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, ἔχῃ πληροφορίαν εἰς ἡμᾶς

ὅτι οὐ μόνον λέγομεν τοῦτο, ἀλλὰ καὶ τοὺς πρώτως θαρρήσαντας τῇ ἑαυτῶν ἀπονοίᾳ

τοῦτο ποιῆσαι, παραβάτας τῶν θείων λογίων κρίνομεν καὶ μεταποιητὰς τῆς θεολογίας

τοῦ δεσπότου Χριστοῦ καὶ τῶν ἁγίων πατέρων, οἳ συνοδικῶς συνελθόντες παρέδωκαν

[970] ἡμῖν τὸ ἅγιον σύμβολον, καὶ μετὰ τοῦ Ἰούδα αὐτοὺς τάττομεν. Καὶ ταῦτα μὲν ὅ τε

[21] πά|πας καὶ ἡ σύνοδος. Λατῖνοι δέ, καὶ τούτων καὶ ἔτι τῶν πρὸ αὐτῆς οἰκουμενικῶν

καὶ τοπικῶν συνόδων ἀφορισμῶν καὶ ἀναθεμάτων, πολλῶν ὄντων καὶ φρικτῶν,

μέχρι μυελῶν καὶ ὀστέων αὐτῶν καθικνουμένων, οἳ δ’ ὀλίγα φροντίζοντες τῇ

πωρώσει τῆς ψυχῆς αὐτῶν, μέχρι τοῦ παρόντος μετὰ τῆς προσθήκης τὸ σύμβολον

[975] προφέρουσι καὶ τὴν αἰτίαν τῷ Υἱῷ παρὰ πᾶσαν τῶν ἁγίων παράδοσιν ἀποχα-

ρίζονται, πάντων τῶν ἁγίων ἀπαγορευόντων τοῦτο, καὶ μάλιστα τοῦ θεολόγου

Γρηγορίου φάσκοντος· πάντα ὅσα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ ἐστι πλὴν τῆς αἰτίας·

Μοναχός. Ἀλλὰ πάσας τὰς αἱρέσεις, ὡς ἤκουσταί μοι, ἀναθεματίζουσι καὶ ἀπο-

στόργως ἔχουσι πρὸς αὐτάς.

[980] Ἱερομνήμων. Ἀλλὰ μέχρι λόγου· καὶ τοῦτό ἐστι τὸ δεινότερον ὅτι καὶ τοῖς ἰδίοις

ἀναθέμασι περιπίπτουσιν. Ὅτι γὰρ ἴσασιν ἀποκεκομμένας αὐτὰς τῆς ὀρθοδόξου

ἐκκλησίας, αἰσχυνόμενοι ταύτας ὁμολογῆσαι, μέχρι τῆς τοῦ λόγου προφορᾶς

αὐτὰς ἀποστέργουσι· οἷς δὲ φρονοῦσι καὶ θεολογοῦσιν οἱ παρ’ αὐτοῖς διδάσκαλοι,

ἔργοις εἰς αὐτὰς ἐμπίπτουσι. Φύσει γὰρ ὑπάρχουσιν ἀλαζόνες καὶ ἀγέρωχοι, καὶ τὸ

62956-962 εἴ τις-καταγινώσκει Mansi, 17 A, col. 520E-521A ‖ 965-970 παραδηλοῦμεν-τάττομεν Mansi 17 A, col. 525 ‖ 977 πάντα-αἰτίας cf. Grégoire de Nazianze, Discours 32-37, p. 21613-14

63(Orat. 34, 10); cf. Jn 16, 15

64951 τῶν om. Dos. ‖ 952 αὐτῆς Μ p. c.: αὐτοῖς (?) Μ a. c. ‖ 955 προσθήκης Μ p. c.: προθήκης Μ a. c. ‖ 973 καθικνουμένων M: καθικουμένων Dos. ‖ 981 ἀποκεκομμένας Μ p. c.: ἀποκεκομένας Μ a. c.

[985] σφῶν αὐτῶν ἐλάττωμα, καὶ σφόδρα πρόδηλον ὄν, ὁμολογῆσαι οὐ καταδέχονται,

ὡς καὶ ἀπὸ τούτου τοῦ ἀστείου ἔστι μαθεῖν· ἤρετό τις ἑβδομηκοντούτην Λατῖνον

εἰ γέρων ἐστίν· ὁ δ’ ἀπεκρίθη· οὐχί, ἑβδομήκοντα χρόνων νεανίας εἰμί. Δυσὶ γὰρ

περιστοιχηθείς, τῷ τε μὴ καταδέχεσθαι τὸ κατατρύχον αὐτὸν γῆρας συνειπεῖν

καὶ τῷ μὴ δύνασθαι τὸν ἀριθμὸν τῶν χρόνων κρύψαι, πρόδηλον ὄντα, ἐπὶ τὴν

  • 32 νεανείαν : jeu de mots entre νεανίας, qui signifie « jeune homme », et νεανείαν, qui signifie « tr (...)

[990] νεανείαν32 ταύτην ἐξέδραμεν. Ἀλλὰ τῷ τέλει τοῦ λόγου προσθῶμεν τουτὶ τὸ

ἀστεῖον διήγημα· ἔτυχε παροδεύοντί μοι Λατῖνος ἔμπροσθέν μου πορευόμενος·

[21] vτοῖς δ’ ἀπὸ τῶν ἐκεῖνo καιροῦ συμβάντων ὄμβρων πηλοῖς συνέβη τὸν Λα|τῖνον

ὀλισθήσαντα πεσεῖν. Φαμένου δέ μου· ὦ Φράγγε, πέπτωκας· τοῦτον ἔτι τῷ τέλματι

κυλιόμενον φᾶναι· οὐχί, ἵσταμαι καλῶς. Κατ’ ἐμαυτὸν οὖν τὴν ὑπεροψίαν τὴν

[995] ἐνοῦσαν φύσει τῷ τοιούτῳ γένει τεθαύμακα, πῶς οὐδὲ τὰ προφανέστατα τῶν

πτωμάτων αὐτῶν ὁμολογῆσαι καταδέχονται ἢ κἂν τῇ σιγῇ συγκαλύψαι· ἀλλὰ

μᾶλλον ὡς οἷόν τε ψευδέσι λόγοις ἐπεκδικεῖν ἐπιχειροῦσιν οἷς καὶ μᾶλλον

ἐξελέγχονται. Καὶ εὐστόχως εἶπέ τις τῶν συγγραφέων περὶ αὐτῶν· ὁ χαλκοῦς

αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὄρθιος ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά,

[1000] ἡ φιλαίματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος,

ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι,

μᾶλλον δὲ οἱ παρ’ ἑαυτοῖς ἐπιστήμονες καὶ σοφοί. Τίφθ’ οὕτως ἐξεκάγχασας; Ἔτι

γελᾷς; Παῦσαι λοιπὸν ὦ’ γαθέ.

Μοναχός. Ὡς ἡδέως ἐγέλασα· ἥσθην πεσόντι Φράγγῳ καὶ πηλωθέντι· καίτοι λίαν

[1005] ἐπιτηδεύονται μὴ παθεῖν τοῦτό ποτε· ὡς καὶ παροιμιωδῶς λέγεσθαι παρὰ πολλῶν

ἐν τοῖς τοιούτοις· εἰ ἦν Φράγγος, ἔπιπτε.

Ἱερομνήμων. Καὶ τοῦτο τῆς ἄγαν αὐτῶν ἀγερωχίας· ἀλλὰ πᾶν μέτρον ἄριστον,

εἶπεν ὁ σοφός. Ἡμεῖς δὲ τοῦτο παρηλάσαμεν. Ἀλλὰ τῷ Θεῷ δόξα πάντων ἕνεκεν,

ἀμήν. +

65998-1002 ὁ χαλκοῦς-σοφοί Choniatès, Histoire, p. 57515-20 ‖ 1007 πᾶν-ἄριστον Leutsch, Corpus paroemiographorum, II, p. 80, 79

66985 ὄν Dos.: ὅν M ‖ 987 ὁ δ’ Dos.: ὅδ’ M ‖ post ἑβδομήκοντα add. δὲ Dos. ‖ 990 νεανείαν ego: νεανίαν M Dos. ‖ 992 ἐκεῖνο Dos.: ἐκεῖνω M ‖ καιροῦ Μ corr. ‖ 1002 post δὲ add. τοιοῦτοι Dos. ‖ 1003 ὦ’ γαθέ ego: ὦγαθέ M Dos. ‖ 1004 ἥσθην Dos.: ἤσθην Μ ‖ 1008 πάντων ἕνεκεν M: πάντως εἰς τοὺς αἰῶνας Dos.

Notes de fin

1 χάριεν : pour respecter l’accentuation donnée par le manuscrit, j’ai retenu la forme adverbiale et non l’adjectif χαρίεν.

2 ὑπόπτευον : cette forme sans augment est attestée chez d’autres auteurs du XVe siècle, par exemple Scholarios, Œuvres complètes, II, p. 41734

3 διὰ-οἰκήτορας : ce groupe de mots est redondant avec ce qui précède, il s’agit sans doute d’une première version issue du modèle utilisé par le copiste ou bien d’une glose.

4 ὁσιακὸν : adjectif rare qui dérive de l’adjectif ὅσιος ; voir les attestations données par LBG, s.v. ὁσιακός.

5 τῆς ἐν λόγοις : la forme donnée par le manuscrit (τοῖς ἐσλόγοις) n’est pas attestée, et la solution proposée par Vitalien Laurent permet de mettre τῆς en relation avec σοφίας qui précède immédiatement.

6 ἤδεισαν : forme attestée tardivement à côté de ᾔδεσαν.

7 παρήμην : forme de l’imparfait de πάρειμι attestée à côté de παρῆν.

8 Γραικῶν : le manuscrit porte Γραικῶν une première fois, puis Γρακῶν la deuxième fois ; j’ai supposé l’omission du iota pour la seconde occurrence, mais on ne peut exclure l’hypothèse d’un jeu de mots dont le sens échappe.

9 καθίσω : le manuscrit porte καθήσω, mais comme il s’agit d’une citation du psaume 26 (25), 5, la leçon de Dosithée est juste.

10 Προσαγγέλλοντα : la forme προσαγγέλλοντας subit l’attraction de αὐτοὺς qui précède, mais le participe est sur le même plan que διεξιόντα et se rapporte à τιν’.

11 ἵν’-λόγων : la conjonction ἵνα n’est pas suivie d’un verbe conjugué, puisque le reste de la phrase est formé de génitifs absolus ; le sens est cependant clair, et je n’ai pas jugé nécessaire de faire une correction. Il se peut que le copiste ait répété la syllabe ἵν à cause de δεινοί qui précède.

12 τοῖς : l’article se rapporte à ἀπῳκισμένοις et non à πατρίδος.

13 ἐξαγγέλλειν : j’ai retenu la forme de l’infinitif présent, comme les autres infinitifs parallèles διηγεῖσθαι et μεγαλύνειν.

14 ἀπογεγραμμένων : il ne s’agit pas d’une citation littérale, et ce participe devrait se rapporter à ὀνόματα et non à ζώντων.

15 οὖσαν : ce participe devrait se rapporter à θεολογία et non à παράδοσιν.

16 διαβαλεῖν : l’accentuation donnée par le manuscrit ainsi que le contexte de la phrase incitent à préférer l’infinitif aoriste.

17 καθυποβληθέντα : la forme donnée par le manuscrit, καθυποβληθέντος, subit l’attraction des génitifs qui l’entourent, mais le participe se rapporte à βασιλέα, comme le participe suivant τυχόντα, et la leçon de Dosithée est donc meilleure.

18 Λάσκαρη, Ἰωάννη : génitifs démotiques.

19 κεκρυμμένην : le sens commande l’emploi dans cette phrase du participe de κρύπτω plutôt que de κρίνω, et la leçon de Dosithée est donc meilleure.

20 αὐτοῦ : l’auteur ne cite pas littéralement le texte de Paul et donne par erreur deux compléments à ἐνοικοῦν, αὐτῷ et ἐν ὑμῖν ; en fait αὐτοῦ est le complément de Πνεῦμα.

21 ἵνα-φύσεως : le texte de cette citation de Grégoire de Nazianze donné par Agallianos diffère de l’édition proposée par F. Combefis, reprise dans l’édition de C. Moreschini, qui donne : Ἵνα τί ; <Ἵνα> δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως.

22 παρεξηγηταί : mot rare, voir les attestations données par LBG, s.v. παρεξηγητής.

23 ἠφόρισε: forme attestée à partir de l’époque médiobyzantine à côté de ἀφώρισε; on trouve aussi la forme avec un double augment ἠφώρισε.

24 τὸ δόσιμον : la forme féminine que donne le manuscrit n’est pas attestée, au contraire de la forme neutre que j’ai retenue.

25 ὢ τίς εἴπω : il faut comprendre τίς εἰμι ἵν’ εἴπω.

26 δύσσελμον : mot rare, voir l’unique attestation donnée par LBG, s.v. δύσσελμος.

27 ἂν ἐξαγγέλλει : emploi de ἂν avec l’indicatif (voir aussi l. 261).

28 λήψετε : l’auteur ne cite pas littéralement le texte de Paul, mais les deux verbes γίνεσθε et λήψετε sont à la 2e personne du pluriel (forme tardive du futur de λαμβάνω).

29 θεοσημίας : forme attestée à côté de θεοσημεία, qu’on trouve aussi dans le texte l. 652-653 et 707.

30 Φραντζέσκον / Φραντζίσκου : les deux formes existent et témoignent des variations à l’œuvre dans les transcriptions des noms latins.

31 ἀρειανῶς : le terme n’est attesté que dans la citation de Grégoire de Nazianze, reprise ensuite ici par Agallianos, puis par Scholarios, Œuvres complètes, II, p. 8914.

32 νεανείαν : jeu de mots entre νεανίας, qui signifie « jeune homme », et νεανείαν, qui signifie « trait d’audace juvénile » ; c’est donc cette dernière leçon qu’il faut adopter.

© Éditions de la Sorbonne, 2013

Licence OpenEdition Books

Rechercher dans OpenEdition Search

Vous allez être redirigé vers OpenEdition Search